DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
58

Πλάτων Φάωνι διηγούμενος ὅσα διὰ τὸν οἶνον συμβαίνει ταῖς γυναιξί φησιν· εἶεν, γυναῖκες, ὡς ὑμῖν πάλαι οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι. ὑμῖν γὰρ οὐδέν, καθάπερ παροιμία, ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ. εἰ γὰρ Φάωνα δεῖσθʼ ἰδεῖν, προτέλεια δεῖ ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί· πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι ἑκκαίδεχʼ ὁλόκληροι μέλιτι διαμεμιγμέναι, λαγῷα δώδεκʼ ἐπισέληνα. τἄλλα δὲ ἤδη τάδʼ εὐτελέστατʼ ἐστʼ· ἄκουε δή. βολβῶν μὲν Ὀρθάννῃ τρίʼ ἡμιεκτέα, Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν μύρτων πινακίσκος χειρὶ παρατετιλμένων· λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες. πύργης τετάρτης κυσί τε καὶ κυνηγέταις, Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον, ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα. ταῦτʼ ἐστι τἀναλώματʼ. εἰ μὲν οὖν τάδε προσοίσετʼ, εἰσέλθοιτʼ ἄν· εἰ δὲ μή, μάτην ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν. Ἀξιόνικος δʼ ἐν Φιλίννῃ φησί· γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.
Kaibel Index Scriptorum
PLATO

ANTIPHANES
AXIONICVS
XENARCHVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Antiphanes
Axionicus
Plato
Xenarchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License