DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
55

διόπερ θειότατος Πλάτων καλῶς νομοθετεῖ ἐν τῷ δευτέρῳ τοὺς παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι· οὐ γὰρ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν· οἴνου δὲ μετρίου γεύεσθαι μέχρι τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι· τετταράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν ἐν τοῖς συσσιτίοις εὐωχηθέντα καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτῶν τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνηβᾶν ἡμᾶς καὶ δυσθυμίας λήθην γίγνεσθαι. καὶ ἑξῆς δέ φησι· λόγος καὶ φήμη ὑπορρεῖ, ὡς θεὸς οὗτος ὑπὸ τῆς μητρυιᾶς Ἥρας διεφορήθη τῆς ψυχῆς τὴν γνώμην· διὸ τάς τε βακχείας καὶ τὴν μανικὴν πᾶσαν ἐμβάλλει χορείαν τιμωρούμενος, ὅθεν καὶ τὸν οἶνον ἐπὶ τοῦτʼ αὐτὸ δεδώρηται.
Kaibel Index Scriptorum
PLATO

PHALAECVS
POLYBIVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Plato

Menander
Phalaecus
Polybius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License