DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
54

Ἀντίοχος δὲ μέγας ἐπικαλούμενος, ὃν Ῥωμαῖοι καθεῖλον, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ εἰκοστῇ, παρελθὼν εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους, πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς, τήν τε τῶν Ἑλλήνων ἐλευθέρωσιν, ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον. ἐρασθεὶς οὖν παρθένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο γῆμαι αὐτήν, οἰνοπότης ὢν καὶ μέθαις χαίρων· ἦν δʼ αὕτη Κλεοπτολέμου μὲν θυγάτηρ ἑνὸς τῶν ἐπιφανῶν, κάλλει δὲ πάσας ὑπερβάλλουσα· καὶ τοὺς γάμους συντελῶν ἐν τῇ Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα, τῶν ἐνεστώτων οὐδʼ ἡντινοῦν ποιούμενος πρόνοιαν. ἔθετο δὲ καὶ τῇ παιδὶ ὄνομα Εὔβοιαν. ἡττηθεὶς οὖν τῷ πολέμῳ ἔφυγεν εἰς Ἔφεσον μετὰ τῆς νεογάμου. ἐν δὲ τῇ δευτέρᾳ αὐτὸς Πολύβιος ἱστορεῖ Ἄγρωνα τὸν Ἰλλυριῶν βασιλέα ἡσθέντα ἐπὶ τῷ νενικηκέναι τοὺς μέγα φρονοῦντας Αἰτωλοὺς πολυπότην ὄντα καὶ εἰς μέθας καὶ εὐωχίας τραπέντα πλευρίτιδι ληφθέντα ἀποθανεῖν. ἐν δὲ τῇ ἐνάτῃ καὶ εἰκοστῇ αὐτὸς Γενθίωνά φησι τὸν τῶν Ἰλλυριῶν βασιλέα διὰ τὴν πολυποσίαν πολλὰ ποιεῖν ἀσελγῆ κατὰ τὸν βίον, νύκτωρ τε αἰεὶ καὶ μεθʼ ἡμέραν μεθύοντα. ἀποκτείναντα δὲ καὶ Πλεύρατον τὸν ἀδελφὸν γαμεῖν μέλλοντα τὴν Μονουνίου θυγατέρα αὐτὸν γῆμαι τὴν παῖδα καὶ ὠμῶς χρῆσθαι τοῖς ἀρχομένοις. καὶ Δημήτριον δέ φησι, τὸν ἐκ τῆς Ῥώμης τὴν ὁμηρείαν διαφυγόντα, ἐν τῇ τρίτῃ καὶ τριακοστῇ βασιλεύσαντα Σύρων πολυπότην ὄντα τὸ πλεῖστον τῆς ἡμέρας μεθύσκεσθαι. Ὀροφέρνην τε ὀλίγον χρόνον Καππαδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ εἰσαγαγεῖν τὴν Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν.
Kaibel Index Scriptorum
POLYBIVS

PLATO
POSIDONIVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Polybius

Plato
Posidonius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License