DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
53

ἐν δὲ τῇ πρώτῃ καὶ τριακοστῇ αὐτὸς Πολύβιός φησι συντελοῦντα αὐτὸν ἐν τῇ Ἀντιοχείᾳ ἀγῶνας συγκαλέσαι πάντας Ἕλληνας καὶ τῶν βουλομένων τοὺς πολλοὺς ἐπὶ τὴν θέαν. καὶ πλείστων παραγινομένων ἐν τοῖς γυμνασίοις, πάντας ἐκ χρυσῶν ὁλκείων ἤλειφε κροκίνῳ μύρῳ καὶ κινναμωμίνῳ καὶ ναρδίνῳ καὶ ἀμαρακίνῳ καὶ ἰρίνῳ. καὶ συγκαλῶν αὐτοὺς εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια συνεπλήρου μετὰ πολυτελεστάτης κατασκευῆς. καὶ χειρισμὸς τῆς διακονίας διʼ αὐτοῦ ἐγίνετο· κατὰ γὰρ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν εἰσῆγεν, οὓς δʼ ἀνέκλινεν, καὶ τοὺς διακόνους δὲ τοὺς τὰς παραθέσεις εἰσφέροντας αὐτὸς εἰσῆγε, καὶ περιπορευόμενος οὗ μὲν προσεκάθιζεν, οὗ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποθέμενος μεταξὺ τὸν ψωμόν, ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει τὸν πότον προπόσεις λαμβάνων ὀρθὸς ἄλλοτε παρʼ ἄλλοις, ἅμα δὲ τοῖς ἀκροάμασι προσπαίζων. καὶ ὑπὸ τῶν μίμων εἰσεφέρετο ὅλος συγκεκαλυμμένος καὶ ἐτίθετο εἰς τὴν γῆν ὡς εἷς ὢν τῶν μίμων· καὶ τῆς συμφωνίας προκαλουμένης βασιλεὺς ἀναπηδήσας ὠρχεῖτο καὶ προσέπαιζε τοῖς μίμοις, ὥστε πάντας αἰσχύνεσθαι. τοιαῦτα ἀπεργάζεται τοὺς ταλαιπώρους πρὸς τῇ μέθῃ ἀπαιδευσία. φιλοπότης δʼ ἦν καὶ ὁμώνυμος αὐτῷ Ἀντίοχος, ἐν Μηδίᾳ πρὸς Ἀρσάκην πολεμήσας, ὡς ἱστορεῖ Ποσειδώνιος Ἀπαμεὺς ἐν τῇ ἑκκαιδεκάτῃ τῶν ἱστοριῶν ἀναιρεθέντος γοῦν αὐτοῦ τὸν Ἀρσάκην θάπτοντα αὐτὸν λέγειν· ἔσφηλέν σε, Ἀντίοχε, θάρσος καὶ μέθη· ἤλπιζες γὰρ ἐν μεγάλοις ποτηρίοις τὴν Ἀρσάκου βασιλείαν ἐκπιεῖν.
Kaibel Index Scriptorum
POLYBIVS

POSIDONIVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Polybius
Posidonius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License