DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
52

πολυπότης δὲ ἦν καὶ Ἀντίοχος βασιλεὺς κληθεὶς Ἐπιφανής, ὁμηρεύσας παρὰ Ῥωμαίοις, ὃν ἱστορεῖ Πτολεμαῖος Εὐεργέτης ἐν τῷ τρίτῳ τῶν ὑπομνημάτων κἀν τῷ πέμπτῳ φάσκων αὐτὸν εἰς τοὺς Ἰνδικοὺς κώμους καὶ μέθας τραπέντα πολλὰ ἀναλίσκειν. καὶ τὰ περιλειπόμενα δὲ τῶν χρημάτων μεθʼ ἡμέραν κωμάζων ὁτὲ μὲν ἐξέχει, ἄλλοτε δὲ ἐν ταῖς δημοσίαις ὁδοῖς ἱστάμενος ἔλεγε· τίνι τύχη δίδωσι, λαβέτω. καὶ ῥίψας τὸ ἀργύριον ᾤχετο. πολλάκις δὲ καὶ πλεκτὸν στέφανον ῥόδων ἔχων ἐπὶ τῆς κεφαλῆς καὶ χρυσοϋφῆ τήβενναν φορῶν μόνος ἐρέμβετο λίθους ὑπὸ μάλης ἔχων, οἷς ἔβαλλε τῶν ἰδιωτῶν τοὺς ἀκολουθοῦντας αὐτῷ ἐλούετο δὲ καὶ εἰς τοὺς κοινοὺς λουτρῶνας μύροις ἀλειφόμενος, ὅτε καί ποτε συνιδών τις αὐτὸν ἰδιώτης ἔφη μακάριος εἶ, βασιλεῦ, πολυτελὲς ὄζεις. καὶ ὃς ἡσθεὶς ἐγώ σε, φησίν, ὑπέρκορον τούτου ποιήσω. καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ ὑδρίσκην ὑπὲρ δύο χοᾶς ἔχουσαν παχέος μύρου καταχυθῆναι ἐκέλευσεν, ὡς καὶ τὸ πλῆθος τῶν ἀγοραιοτέρων εἰς τὸ ἐκχυθὲν συγκυλισθῆναι. ὀλίσθου τε γενομένου αὐτός τε Ἀντίοχος ἔπεσε καγχάζων καὶ οἱ πλεῖστοι τῶν λουομένων τὸ αὐτὸ ἔπασχον. Πολύβιος δʼ ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν καλεῖ αὐτὸν Ἐπιμανῆ καὶ οὐκ Ἐπιφανῆ διὰ τὰς πράξεις· οὐ μόνον γὰρ μετὰ δημοτῶν ἀνθρώπων κατέβαινεν εἰς ὁμιλίας, ἀλλὰ καὶ μετὰ τῶν παρεπιδημούντων ξένων καὶ τῶν εὐτελεστάτων συνέπινεν. εἰ δὲ καὶ τῶν νεωτέρων, φησί, αἴσθοιτό τινας συνευωχουμένους ὁπουδήποτε, παρῆν μετὰ κερατίου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀνισταμένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἐσθῆτα ἀποβαλὼν τήβενναν ἀναλαβὼν περιῄει τὴν ἀγοράν.
Kaibel Index Scriptorum
POLYBIVS
PTOLEMAEVS

PHYLARCHVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Polybius
Ptolemaeus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License