DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
51

Μυκερῖνον δὲ τὸν Αἰγύπτιον Ἡρόδοτος ἱστορεῖ διὰ τῆς δευτέρας ἀκούσαντα παρὰ τῶν μάντεων ὅτι ὀλιγοχρόνιός ἐστι, λύχνα ποιησάμενον πολλὰ ὁπότε γένοιτο νὺξ πίνειν καὶ εὐπαθεῖν οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιέντα· καὶ εἰς τὰ ἕλεα δὲ καὶ τὰ ἄλση νεμόμενον, ἔτι τε ὅπου πύθοιτο ἡβητήρια εἶναι μεθύσκεσθαι. καὶ Ἄμασιν δὲ τὸν καὶ αὐτὸν Αἰγυπτίων βασιλέα Ἡρόδοτος πολλὰ πεπωκέναι φησίν. Ἑρμείας δʼ Μηθυμναῖος ἐν τρίτῃ Σικελικῶν φιλοπότην φησὶ γενέσθαι Νικοτέλη τὸν Κορίνθιον. Φαινίας δὲ Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ Τυράννων ἀναίρεσις ἐκ τιμωρίας Σκόπαν φησὶ τὸν Κρέοντος μὲν υἱόν, Σκόπα δὲ τοῦ παλαιοῦ ὑιδοῦν φιλοποτοῦντα διατελέσαι καὶ τὴν ἐπάνοδον τὴν ἀπὸ τῶν συμποσίων ποιεῖσθαι ἐπὶ θρόνου καθήμενον καὶ ὑπὸ τεσσάρων βασταζόμενον οὕτως οἴκαδε ἀπιέναι. Φύλαρχος δὲ ἐν τῇ ἕκτῃ τῶν ἱστοριῶν Ἀντίοχόν φησι τὸν βασιλέα φίλοινον γενόμενον μεθύσκεσθαί τε καὶ κοιμᾶσθαι ἐπὶ πλέον, εἶθʼ ἑσπέρας πάλιν ἀφυπνιζόμενον ἐπιπίνειν. ἐχρημάτιζέ τε, φησί, νήφων μὲν βραχέα τελέως, μεθύων δὲ τὰ πολλά. διὸ περὶ αὐτὸν δύο ἦσαν οἱ διοικοῦντες τὴν βασιλείαν, Ἄριστος καὶ Θεμίσων, Κύπριοι μὲν γένος καὶ ἀδελφοί, ἐρώμενοι δὲ ἀμφότεροι τοῦ Ἀντιόχου.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License