DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
5

καὶ οὐδὲν παράδοξον τούτους τοὺς ἄνδρας ἀδηφάγους γενέσθαι· πάντες γὰρ οἱ ἀθλοῦντες μετὰ τῶν γυμνασμάτων καὶ ἐσθίειν πολλὰ διδάσκονται. διὸ καὶ Εὐριπίδης ἐν τῷ πρώτῳ Αὐτολύκῳ λέγει· κακῶν γὰρ ὄντων μυρίων καθʼ Ἑλλάδα οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους· οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ οὔτʼ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστʼ ἀνὴρ γνάθου τε δοῦλος νηδύος θʼ ἡσσημένος, κτήσαιτʼ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός; οὐδʼ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις οἷοί τʼ· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ σκληρῶς διαλλάσσουσιν εἰς τἀμήχανα. λαμπροὶ δʼ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα φοιτῶσʼ· ὅταν δὲ προσπέσῃ γῆρας πικρόν, τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας. ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον, οἳ τῶν δʼ ἕκατι σύλλογον ποιούμενοι τιμῶσʼ ἀχρείους ἡδονὰς δαιτὸς χάριν. τί γὰρ παλαίσας εὖ, τί δʼ ὠκύπους ἀνὴρ δίσκον ἄρας γνάθον παίσας καλῶς πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών; πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν δίσκους ἔχοντες διʼ ἀσπίδων χερὶ θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας; οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας στάς. ἄνδρας ... χρὴ σοφούς τε κἀγαθοὺς φύλλοις στέφεσθαι χὤστις ἡγεῖται πόλει κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ, ὅστις τε μύθοις ἔργʼ ἀπαλλάσσει κακὰ μάχας τʼ ἀφαιρῶν καὶ στάσεις. τοιαῦτα γὰρ πόλει τε πάσῃ πᾶσί θʼ Ἕλλησιν καλά.
Kaibel Index Scriptorum
EVRIPIDES

THEODORVS
XENOPHANES
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Euripides

Xenophanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License