DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
48

ἔπινε δὲ πλεῖστον καὶ Ἀρκαδίων (ἄδηλον δʼ εἰ Φιλίππῳ διεχθρεύσας), ὡς τὸ ἐπίγραμμα δηλοῖ, ὅπερ ἀνέγραψε Πολέμων ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων· τοῦ πολυκώθωνος τοῦτʼ ἠρίον Ἀρκαδίωνος ἄστεος ὤρθωσαν τᾷδε παρʼ ἀτραπιτῷ υἱῆες Δόρκων καὶ Χαρμύλος. ἔφθιτο δʼ ὡνήρ, ὤνθρωπʼ, ἐκ χανδῆς ζωροποτῶν κύλικος. Ἐρασίξενον δέ τινα πεπωκέναι πλεῖστόν φησι τὸ ἐπʼ αὐτῷ ἐπίγραμμα· οὐ βαθὺν οἰνοπότην Ἐρασίξενον δὶς ἐφεξῆς ἀκρήτου φανερῶς ᾤχετʼ ἔχουσα κύλιξ. ἔπινε δὲ πλεῖστον καὶ Ἀλκέτας Μακεδών, ὥς φησιν Ἄριστος Σαλαμίνιος, καὶ Διότιμος Ἀθηναῖος. οὗτος δὲ καὶ Χώνη ἐπεκαλεῖτο· ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀπαύστως ἔπινεν ἐπιχεομένου οἴνου· ὅθεν καὶ Χώνη ἐπεκλήθη, ὥς φησι Πολέμων. Κλεομένης δὲ Λακεδαιμόνιος ὅτι καὶ ἀκρατοπότης ἦν προείρηται· ὅτι δὲ διὰ μέθην ἑαυτὸν καὶ μαχαίρᾳ κατέτεμεν Ἡρόδοτος ἱστόρησε καὶ Ἀλκαῖος δʼ ποιητὴς φιλοπότης ἦν, ὡς προεῖπον. Βάτων δʼ Σινωπεὺς ἐν τοῖς περὶ Ἴωνος τοῦ ποιητοῦ φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα. καὶ αὐτὸς δὲ ἐν τοῖς ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός· ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις Ξέναρχος δʼ Ῥόδιος διὰ τὴν πολυποσίαν Μετρητὴς ἐπεκαλεῖτο· μνημονεύει αὐτοῦ Εὐφορίων ἐποποιὸς ἐν Χιλιάσι.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License