DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
45

Δαρεῖος δὲ τοὺς μάγους ἀνελὼν ἐπιγεγραμμένον εἶχεν ἐπὶ τοῦ μνήματος· ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς. Κτησίας δὲ παρʼ Ἰνδοῖς φησιν οὐκ εἶναι τῷ βασιλεῖ μεθυσθῆναι. παρὰ δὲ Πέρσαις τῷ βασιλεῖ ἐφίεται μεθύσκεσθαι μιᾷ ἡμέρᾳ, ἐν θύουσι τῷ Μίθρῃ. γράφει δὲ οὕτως περὶ τούτου Δοῦρις ἐν τῇ ἑβδόμῃ τῶν ἱστοριῶν· ἐν μόνῃ τῶν ἑορτῶν τῶν ἀγομένων ὑπὸ Περσῶν τῷ Μίθρῃ βασιλεὺς μεθύσκεται καὶ τὸ Περσικὸν ὀρχεῖται· τῶν δὲ λοιπῶν οὐδεὶς κατὰ τὴν Ἀσίαν, ἀλλὰ πάντες ἀπέχονται κατὰ τὴν ἡμέραν ταύτην τῆς ὀρχήσεως. Πέρσαι γὰρ ὥσπερ ἱππεύειν οὕτω καὶ ὀρχεῖσθαι μανθάνουσι καὶ νομίζουσι τὴν ἐκ τῆς ἐργασίας ταύτης κίνησιν ἐμμελῆ τινα λαμβάνειν γυμνασίαν τῆς τοῦ σώματος ῥώμης. εἰς τοσοῦτον δὲ Ἀλέξανδρος ἐμέθυεν, ὥς φησι Καρύστιος Περγαμηνὸς ἐν ἱστορικοῖς ὑπομνήμασιν, ὡς καὶ ἐπὶ ὄνων ἅρματος κωμάζειν· ἐποίουν δὲ τοῦτο, φησί, καὶ οἱ τῶν Περσῶν βασιλεῖς· μήποτʼ οὖν διὰ τοῦτο οὐδὲ πρὸς τὰ ἀφροδίσια εἶχεν ὁρμήν· ἐξυδαροῦσθαι γάρ φησιν Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς προβλήμασι τῶν τοιούτων τὴν γονήν· Ἱερώνυμός τε ἐν ταῖς Ἐπιστολαῖς Θεόφραστόν φησι λέγειν ὅτι Ἀλέξανδρος οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια. Ὀλυμπιάδος γοῦν καὶ παρανακλινάσης αὐτῷ Καλλιξείναν τὴν Θετταλὴν ἑταίραν περικαλλεστάτην οὖσαν, συνειδότος τοῦτο καὶ τοῦ Φιλίππου (εὐλαβοῦντο γὰρ μὴ γύννις εἴη), πολλάκις ᾔτει αὐτῇ τὸν Ἀλέξανδρον συγγενέσθαι.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License