DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
42

φίλοινος δʼ ἐστὶν πρὸς οἶνον ἕτοιμος, φιλοπότης δὲ πρὸς πότους, κωθωνιστὴς δὲ μέχρι μέθης. πλεῖστον δὲ ἔπινε τῶν μὲν ἡρώων Νέστωρ τριγέρων· φανερῶς γὰρ αὐτὸς προσέκειτο τῶν ἄλλων μᾶλλον τῷ οἴνῳ καὶ τοῦ Ἀγαμέμνονος αὐτοῦ, ὃν ὡς πολυπότην ἐπιπλήσσει Ἀχιλλεύς δὲ Νέστωρ καὶ τῆς μεγίστης μάχης ἐνεστηκυίας οὐκ ἀπέχεται καὶ τοῦ πίνειν. φησὶ γοῦν Ὅμηρος· Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης. καὶ μόνου δὲ τούτου τῶν ἡρώων τὸ ποτήριον ἡρμήνευκεν, ὡς τὴν Ἀχιλλέως ἀσπίδα. ἐστρατεύετο γὰρ μετʼ αὐτοῦ καθάπερ καὶ τῆς ἀσπίδος ἐκείνης, ἧς φησιν Ἕκτωρ καὶ μέχρι οὐρανοῦ ἥκειν τὸ κλέος οὐκ ἂν ἁμάρτοι δέ τις καὶ τὸ ποτήριον αὐτοῦ λέγων φιάλην Ἄρεως κατὰ τὸν Ἀντιφάνους Καινέα, ἐν λέγεται οὕτως· εἶτʼ ἤδη δὸς φιάλην τὸ ὅπλον Ἄρεως, κατὰ Τιμόθεον, ξυστόν τε βέλος. ἀλλὰ μὴν καὶ διὰ τὴν φιλοποσίαν Νέστωρ καὶ παρʼ Ἀχιλλέως φιάλην λαμβάνει δῶρον ἐν τῷ ἐπὶ Πατρόκλῳ ἐπιτελουμένῳ ἀγῶνι, οὐχ ὅτι καὶ οὐχὶ τῷ νικηθέντι ἔδωκε δέπας Ἀχιλλεύς (τοῖς γὰρ φιλοπόταις οὐ παρέπεται τὸ νικᾶν διὰ τὸ ῥᾴθυμον) ὅτι διὰ δίψαν μάλιστα λείπονται οἱ πύκται διὰ τὸ βαρεῖσθαι τὰς χεῖρας ἀνατείνοντες. δὲ Εὔμηλος λαμβάνει θώρακα δραμὼν ἆθλον ἐπισφαλῶς καὶ ἀμυχθείς, ἀσφαλείας ὅπλον.
Kaibel Index Scriptorum
ANTIPHANES
HOMERVS

CRITIAS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Homerus
Timotheus

Critias

Alignment

 

Digital Athenaeus Project     Creative Commons License