DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
41

προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι. δηλοῖ δὲ ταῦτα Κριτίας ἐν τοῖς ἐλεγείοις· καὶ τόδʼ ἔθος Σπάρτῃ μελέτημά τε κείμενόν ἐστι πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδʼ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα μηδʼ ἐπὶ δεξιτερὰν χεῖρα κύκλῳ θιάσου ... ἄγγεα Λυδὴ χεὶρ εὗρʼ Ἀσιατογενὴς καὶ προπόσεις ὀρέγειν ἐπιδέξια καὶ προκαλεῖσθαι ἐξονομακλήδην προπιεῖν ἐθέλει. εἶτʼ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους σῶμά τʼ ἀμαυρότερον τεύχουσιν· πρὸς δʼ ὄμματʼ ἀχλὺς ἀμβλωπὸς ἐφίζει· λῆστις δʼ ἐκτήκει μνημοσύνην πραπίδων· νοῦς δὲ παρέσφαλται· δμῶες δʼ ἀκόλαστον ἔχουσιν ἦθος· ἐπεισπίπτει δʼ οἰκοτριβὴς δαπάνη. οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον ὥστε φρένʼ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα. τοιαύτη δὲ πόσις σώματί τʼ ὠφέλιμος γνώμῃ τε κτήσει τε· καλῶς δʼ εἰς ἔργʼ Ἀφροδίτης πρός θʼ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν, καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην. ἑξῆς τε πάλιν φησίν· αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα τέρψασαι λυποῦσʼ εἰς τὸν ἅπαντα χρόνον. Λακεδαιμονίων δὲ δίαιθʼ ὁμαλῶς διάκειται, ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὔκ ἐστʼ ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμʼ ἀμέτροισι πότοις.
Kaibel Index Scriptorum
CRITIAS

HEGESANDER
HOMERVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Critias

Hegesander

Alignment

 

Digital Athenaeus Project     Creative Commons License