DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
40

ἔπινον οἱ πολλοὶ καὶ ἄλφιτα ἐπιβάλλοντες τῷ οἴνῳ, ὡς Δελφὸς Ἡγήσανδρος φησίν Ἐπίνικος γοῦν, Μνησιπτολέμου ἀνάγνωσιν ποιησαμένου τῶν ἱστοριῶν, ἐν αἷς ἐγέγραπτο ὡς Σέλευκος ἐπηλφίτωσε, γράψας δρᾶμα Μνησιπτόλεμον καὶ κωμῳδῶν αὐτὸν καὶ περὶ τῆς πόσεως ταῖς ἐκείνου χρώμενος φωναῖς ἐποίησε λέγοντα· ἐπʼ ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα ἔγραψα καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι κἂν τὸ τυχὸν πραγμάτιον σφόδρʼ εὐτελές, σεμνὸν δύναται τοῦθʼ δύναμις ʼμὴ ποιεῖν. γέροντα Θάσιον τόν τε γῆς ἀπʼ Ἀτθίδος ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου, Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν, κατῃσίμωσα πῶμα, καύματος λύσιν. δʼ αὐτὸς ἱστορεῖ κἀν Θηράσι ταῖς νήσοις ἐπιπάττοντας λέκιθον ἀντὶ ἀλφίτου πίνειν, καὶ λέγεσθαι ταύτην τὴν πόσιν καλλίονα τῆς ἐξ ἀλφίτων.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License