DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
4

Θεαγένης δʼ Θάσιος ἀθλητὴς ταῦρον μόνος κατέφαγεν, ὡς Ποσείδιππός φησιν ἐν ἐπιγράμμασι· καίπερ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν· πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος Θευγένει· ἅσσα φαγὼν ἔτʼ ἐπῄτεον. οὕνεκεν οὕτω χάλκεος ἑστήκω χεῖρα προισχόμενος. Μίλων δʼ Κροτωνιάτης, ὥς φησιν Ἱεραπολίτης Θεόδωρος ἐν τοῖς περὶ ἀγώνων, ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς χοᾶς ἔπινεν. ἐν δὲ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέφαγεν ἐν μιᾷ ἡμέρᾳ. Τίτορμός τε Αἰτωλὸς διηριστήσατο αὐτῷ βοῦν, ὡς ἱστορεῖ Αἰτωλὸς Ἀλέξανδρος Φύλαρχος δέ φησιν ἐν τῇ γʹ τῶν ἱστοριῶν τὸν Μίλωνα ταῦρον καταφαγεῖν κατακλιθέντα πρὸ τοῦ βωμοῦ τοῦ Διός· διὸ καὶ ποιῆσαι εἰς αὐτὸν Δωριέα τὸν ποιητὴν τάδε· τοῖος ἔην Μίλων, ὅτʼ ἀπὸ χθονὸς ἤρατο βρῖθος, τετραέτη δαμάλην ἐν Διὸς εἰλαπίναις, ὤμοις δὲ κτῆνος τὸ πελώριον ὡς νέον ἄρνα ἤνεγκεν διʼ ὅλης κοῦφα πανηγύρεως. καὶ θάμβος μέν, ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου· ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε κόψας πάντα κατʼ οὖν μοῦνος ἐδαίσατό νιν. Ἀστυάναξ δʼ Μιλήσιος τρὶς Ὀλύμπια νικήσας κατὰ τὸ ἑξῆς παγκράτιον, κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ Ἀριοβαρζάνου τοῦ Πέρσου καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσι παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δʼ αὐτὸν ἀξιώσαντος, ὡς Θεόδωρος ἱστορεῖ, ἄξιόν τι ποιῆσαι τῶν κατὰ τὴν ἰσχὺν φακὸν τῆς κλίνης περίχαλκον ὄντα κλάσας ἐξέτεινε μαλάξας. τελευτήσαντος δʼ αὐτοῦ καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστέα, μόλις δὲ δύο. καὶ τὰ τοῖς ἐννέα ἀνδράσι παρεσκευασμένα παρὰ τῷ Ἀριοβαρζάνῃ εἰς τὸ δεῖπνον μόνον καταφαγεῖν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License