DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
39

πίνειν δʼ εἰς μέθην, φησὶν ἐν ἕκτῳ Νόμων Πλάτων, οὔτε ἄλλοθί που πρέπει πλὴν ἐν ταῖς τοῦ τὸν οἶνον δόντος θεοῦ ἑορταῖς οὐδʼ ἀσφαλές, οὔτʼ οὖν περὶ γάμους ἐσπουδακότα, ἐν οἷς ἔμφρονα εἶναι πρέπει μάλιστα νύμφην καὶ νυμφίον μεταβολὴν βίου οὐ μικρὰν μεταλλάτοντας, ἅμα δὲ καὶ τὸ γεννώμενον ὅπως ὅτι μάλιστα ἐξ ἐμφρόνων αἰεὶ γίγνηται. σχεδὸν γὰρ ἄδηλον ὁποία νὺξ φῶς αὐτὸ γεννήσει. κἀν τῷ αʹ δὲ τῶν Νόμων φησί· μέθης δὲ αὐτῆς, ὥσπερ Λυδοὶ χρῶνται καὶ Πέρσαι καὶ Καρχηδόνιοι καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ Θρᾷκες καὶ τὰ τοιαῦτα γένη, καθάπερ ὑμεῖς, Λακεδαιμόνιοι, τὸ παράπαν ἀπέχεσθε. Σκύθαι δὲ καὶ Θρᾷκες ἀκράτῳ παντάπασι χρώμενοι, γυναῖκές τε καὶ πάντες αὐτοί, καὶ κατὰ τῶν ἱματίων καταχεόμενοι καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασι. Πέρσαι δὲ καὶ σφόδρα μὲν χρῶνται καὶ ταῖς ἄλλαις τρυφαῖς, ἃς ὑμεῖς ἀποβάλλετε, ἐν τάξει δὲ μᾶλλον τούτων.
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Plato

Epinicus
Hegesander
Mnesiptolemus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License