DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
38

Διόδωρος δʼ Σινωπεὺς ἐν Αὐλητρίδι· ἐπὰν κυάθους πίνῃ τις, Κρίτων, δέκα ἀεὶ παρʼ ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον, πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δʼ ἐξεμεῖ· ταῦτα σκόπει πρὸς σαυτόν. οὐκ ἀγλαφύρως δὲ Λύσανδρος Σπαρτιάτης, ὥς φησιν Ἡγήσανδρος ἐν ὑπομνήμασι, τὸν οἶνον ὑδαρῆ πωλούντων τῶν καπήλων ἐν τῷ στρατοπέδῳ, κεκραμένον ἐκέλευσεν αὐτὸν πωλεῖν, ἵνʼ αὐτὸν ἀκρατέστερον ὠνοῖντο. τὸ παραπλήσιον καὶ Ἄλεξις εἴρηκεν ἐν Αἰσώπῳ οὕτως· κομψόν γε τοῦτʼ ἐστὶν παρʼ ὑμῖν, Σόλων, ἐν ταῖς Ἀθήναις δεξιῶς θʼ εὑρημένον. ΣΟ. τὸ ποῖον; Α. ἐν τοῖς συμποσίοις οὐ πίνετε ἄκρατον. ΣΟ. οὐ γὰρ ῥᾴδιον· πωλοῦσι γὰρ ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον, οὐχ ἵνα τι κερδαίνωσι, τῶν δʼ ὠνουμένων προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν ἐκ κραιπάλης. τοῦτʼ ἐσθʼ, ὁρᾷς, Ἑλληνικὸς πότος, μετρίοισι χρωμένους ποτηρίοις λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως. τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος, ψυκτῆρι πίνειν καὶ κάδοις· Α. θάνατος μὲν οὖν.
Kaibel Index Scriptorum
ALEXIS
DIODORVS
HEGESANDER

PLATO
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Alexis
Hegesander

Diodorus
Plato

Alignment

 

Digital Athenaeus Project     Creative Commons License