DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
37

ἴσον ἴσῳ δὲ Τιμοκλῆς ἐν Κονισάλῳ· πατάξω τʼ ἴσον ἴσῳ ποτηρίοις μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι. καὶ Ἄλεξις ἐν Δορκίδι Ποππυζούσῃ· τρεῖς φιλοτησίας ἐγὼ μεστὰς προπίνω ἴσον ἴσῳ κεκραμένας. καὶ Ξέναρχος Τιμοκλῆς ἐν Πορφύρᾳ· μὰ τὸν Διόνυσον, ὃν σὺ λάπτεις ἴσον ἴσῳ. Σώφιλος δʼ ἐν Ἐγχειριδίῳ· συνεχὴς ἄκρατος ἐδίδοτʼ ἴσον ἴσῳ. πάλιν τὴν μείζονʼ ᾔτουν. Ἄλεξις Τοκιστῇ Καταψευδομένῳ· μὴ παντελῶς αὐτῷ δίδου ὑδαρῆ, κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. ΤΡ. καλῶς. Β. ἡδύ γε τὸ πῶμα. ποταπὸς Βρόμιος, Τρύφη; ΤΡ. Θάσιος. Β. ὅμοιον καὶ δίκαιον τοὺς ξένους πίνειν ξενικόν, τοὺς δʼ ἐγγενεῖς ἐπιχώριον. ἐν δὲ Ὑποβολιμαίῳ· ἀπνευστί τʼ ἐκπιὼν ὡς ἄν τις ἥδιστʼ ἴσον ἴσῳ κεκραμένον. Μένανδρος Ἀδελφοῖς· ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος. κατασείειν δὲ ἔλεγον ἐπὶ τῶν ἐν τοῖς πότοις προπινόντων, τὴν μεταφορὰν λαμβάνοντες ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων. Ἄλεξις δʼ ἐν Ἀποκοπτομένῃ· οὐ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος Χαιρέας, κυάθους προπίνων εἴκοσιν.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License