DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
36

δʼ Ἀνακρέων ἔτι ζωρότερον ἐν οἷς φησι· καθαρῇ δʼ ἐν κελέβῃ πέντε τε καὶ τρεῖς ἀναχείσθω. Φιλέταιρος δʼ ἐν Τηρεῖ δύο ὕδατος πρὸς τρεῖς ἀκράτου. λέγει δὲ οὕτως πεπωκέναι δοκεῖ τὸν κατὰ δύο καὶ τρεῖς ἀκράτου. Φερεκράτης δʼ ἐν Κοριαννοῖ δύο ὕδατος πρὸς τέσσαρας οἴνου, λέγων ὧδε· ἄποτος, Γλύκη. Β. ὑδαρῆ ʼνέχεέν σοι; Α. παντάπασι μὲν οὖν ὕδωρ. Β. τί εἰργάσω; πῶς, κατάρατε, ἐνέχεας; ΓΛ. δύʼ ὕδατος, μάμμη. Β. τί δʼ οἴνου; ΓΛ. τέτταρας. Β. ἔρρʼ ἐς κόρακας· βατράχοισιν οἰνοχοεῖν σε δεῖ. Ἔφιππος δʼ ἐν Κίρκῃ τρεῖς πρὸς τέτταρας· οἶνον πίοις ἂν ἀσφαλέστερον πολὺ ὑδαρῆ. Β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα. Α. οὕτως ἄκρατον, εἰπέ μοι, πίῃ; Β. τί φής;
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License