DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
35

ταῦτʼ εἰπὼν Δημόκριτος καὶ πιὼν ἔφη· τούτοις εἴ τις ἀντιλέγειν ἔχει, παρίτω. ἀκούσεται γὰρ κατὰ τὸν Εὔηνον· σοὶ μὲν ταῦτα δοκοῦντʼ ἔστω, ἐμοὶ δὲ τάδε. ἐγὼ δʼ ἐπεὶ παρεξέβην περὶ τῶν ἀρχαίων κράσεων διαλεγόμενος, ἐπαναλήψομαι τὸν λόγον τὰ ὑπὸ Ἀλκαίου τοῦ μελοποιοῦ λεχθέντα ἐπὶ νοῦν βαλλόμενος· φησὶ γάρ που οὗτος· ἔγχεε κέρναις ἕνα καὶ δύο. ἐν τούτοις γάρ τινες οὐ τὴν κρᾶσιν οἴονται λέγειν αὐτόν, ἀλλὰ σωφρονικὸν ὄντα καθʼ ἕνα κύαθον ἄκρατον πίνειν καὶ πάλιν κατὰ δύο. τοῦτο δὲ Ποντικὸς Χαμαιλέων ἐκδέδεκται τῆς Ἀλκαίου φιλοινίας ἀπείρως ἔχων. κατὰ γὰρ πᾶσαν ὥραν καὶ πᾶσαν περίστασιν πίνων ποιητὴς οὗτος εὑρίσκεται· χειμῶνος μὲν ἐν τούτοις· ὕει μὲν Ζεύς, ἐκ δʼ ὀρανῶ μέγας χειμών, πεπάγασιν δʼ ὑδάτων ῥοαί .... κάββαλλε τὸν χειμῶνʼ, ἐπὶ μὲν τιθεὶς πῦρ, ἐν δὲ κέρναις οἶνον ἀφειδέως μελιχρόν, αὐτὰρ ἀμφὶ κόρσᾳ μαλθακὸν ἀμφι .... γνόφαλλον. θέρους δέ· τέγγε πνεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· δʼ ὥρα χαλεπά, πάντα δὲ δίψαισʼ ὑπὸ καύματος. τοῦ δʼ ἔαρος· ἦρος ἀνθεμόεντος ἐπάιον ἐρχομένοιο. καὶ προελθών· ἐν δὲ κέρνατε τῶ μελιαδέος ὅττι τάχιστα κρατῆρα. ἐν δὲ τοῖς συμπτώμασιν· οὐ χρὴ κακοῖσι θυμὸν ἐπιτρέπην. προκόψομεν γὰρ οὐδὲν ἀσάμενοι, Βυκχί· φάρμακον δʼ ἄριστον οἶνον ἐνεικαμένοις μεθύσθην. ἐν δὲ ταῖς εὐφρόναις· νῦν χρὴ μεθύσθην καί τινα πρὸς βίαν πώνην, ἐπειδὴ κάτθανε Μυρσίλος. καὶ καθόλου δὲ συμβουλεύων φησίν· μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδριον ἀμπέλω. πῶς οὖν ἔμελλεν ἐπὶ τοσοῦτον φιλοπότης νηφάλιος εἶναι καὶ καθʼ ἕνα καὶ δύο κυάθους πίνειν; αὐτὸ γοῦν τὸ ποιημάτιον, φησὶ Σέλευκος, ἀντιμαρτυρεῖ τοῖς οὕτως ἐκδεχομένοις. φησὶ γάρ· πίνωμεν· τί τὰ λύχνʼ ὀμμένομεν; δάκτυλος ἁμέρα. κὰδ δʼ ἄειρε κυλίχναις μεγάλαις αιταποικιλα· οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα ἀνθρώποισιν ἔδωκʼ. ἔγχεε κέρναις ἕνα καὶ δύο πλέαις κὰκ κεφαλᾶς· δʼ ἁτέρα τὰν ἁτέραν κύλιξ ὠθήτω, ἕνα πρὸς δύο ῥητῶς κιρνάναι κελεύων.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License