DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
32

διὸ καὶ Ἡσίοδος ἐν ταῖς Ἠοίαις εἶπεν· οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος, ὅστις ἄδην πίνῃ, οἶνος δέ οἱ ἔπλετο μάργος, σὺν δὲ πόδας χεῖράς τε δέει γλῶσσάν τε νόον τε δεσμοῖς ἀφράστοισι· φιλεῖ δέ μαλθακὸς ὕπνος. καὶ Θέογνις δέ φησιν· ἥκω δʼ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι, οὔτε τι νήφων εἴμʼ οὔτε λίαν μεθύων. ὃς δʼ ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκ ἔτʼ ἐκεῖνος τῆς αὑτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου· μυθεῖται δʼ ἀπάλαμνα, τὰ νήφοσι γίγνεται αἰσχρά· αἰδεῖται δʼ ἔρδων οὐδὲν ὅταν μεθύῃ, τὸ πρὶν ἐὼν σώφρων τε καὶ ἤπιος. ἀλλὰ σὺ ταῦτα γινώσκων μὴ πῖνʼ οἶνον ὑπερβολάδην, πρὶν μεθύειν ἄρξῃ δʼ, ἀπανίστασο, μή σε βιάσθω γαστήρ, ὥστε κακὸν λάτριν ἐφημέριον. Ἀνάχαρσίς τε σοφὸς ἐπιδεικνύμενος τὴν τῆς ἀμπέλου δύναμιν τῷ τῶν Σκυθῶν βασιλεῖ καὶ τὰ κλήματα αὐτῆς δεικνὺς ἔλεγεν ὡς εἰ μὴ καθʼ ἕκαστον ἔτος ἔτεμνον οἱ Ἕλληνες τὴν ἄμπελον, ἤδη κἂν ἐν Σκύθαις ἦν.
Kaibel Index Scriptorum
HESIODVS

CHAMAELEO
PHOCYLIDES
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Hesiodus
Theognis

Alignment

 

Digital Athenaeus Project     Creative Commons License