ἦσαν δʼ αἱ τῶν ἀκρατοποτῶν ἐπιχύσεις, ὥς φησι Θεόφραστος ἐν τῷ περὶ μέθης, οὐ παλαιαί· ἀλλʼ ἦν ἀπʼ ἀρχῆς τὸ μὲν σπένδειν ἀποδεδομένον τοῖς θεοῖς, ὁ δὲ κότταβος τοῖς ἐρωμένοις. ἐχρῶντο γὰρ ἐπιμελῶς τῷ κοτταβίζειν ὄντος τοῦ παιγνίου Σικελικοῦ, καθάπερ καὶ Ἀνακρέων ὁ Τήιος πεποίηκε· Σικελὸν κότταβον ἀγκύλῃ λατάζων. διὸ καὶ τὰ σκολιὰ καλούμενα μέλη τῶν ἀρχαίων ποιητῶν πλήρη ἐστί· λέγω δʼ οἷον καὶ Πίνδαρος πεποίηκε· Χάριτάς τʼ Ἀφροδισίων ἐρώτων, ὄφρα σὺνχειμαμάρωι μεθύων Ἀγάθωνι δὲ βάλω κότταβον. τοῖς δὲ τετελευτηκόσι τῶν φίλων ἀπένεμον τὰ πίπτοντα τῆς τροφῆς ἀπὸ τῶν τραπεζῶν· διὸ καὶ Εὐριπίδης περὶ τῆς Σθενεβοίας φησίν, ἐπειδὴ νομίζει τὸν Βελλεροφόντην τεθνάναι· πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός, ἀλλʼ εὐθὺς αὐδᾷ τῷ Κορινθίῳ ξένῳ.
|