Book 10
καὶ τὸν Ὀδυσσέα δὲ Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὅταν λέγῃ· ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ· οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ καὶ μάλα τειρόμενον καὶ ἐνιπλησθῆναι ἀνώγει. ὑπερβάλλουσα γὰρ ἐν τούτοις φαίνεται αὐτοῦ λαιμαργία μετὰ τοῦ μηδὲ ἐν δέοντι τὰ περὶ τῆς γαστρὸς γνωμολογεῖν. ἐχρῆν γάρ, εἰ καὶ ἐλίμωττεν, διακαρτερεῖν ἢ μετριάζειν τὰ περὶ τὴν τροφήν. τὸ δὲ τελευταῖον καὶ τὴν τελειοτάτην αὐτοῦ παρίστησι λαιμαργίαν καὶ γαστριμαργίαν· ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν· ἣ δὲ μάλʼ αἰεὶ ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει. ταῦτα γὰρ οὐδʼ ἂν ἐκεῖνος ὁ Σαρδανάπαλλος εἰπεῖν ποτε ἂν ἐτόλμησεν. γέρων τε ὢν ἤσθιεν ἁρπαλέως κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ.
Kaibel Dialogi Personae
|