DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
29

παρὰ δὲ Ἀνακρέοντι εἷς οἴνου πρὸς δύο ὕδατος· ἄγε δὴ φέρʼ ἡμίν, παῖ, κελέβην, ὅκως ἄμυστιν προπίω, τὰ μὲν δέκʼ ἐγχέας ὕδατος, τὰ πέντε δʼ οἴνου κυάθους, ὡς ἀνυβρίστως ἀνὰ δηὖτε βασσαρήσω. καὶ προελθὼν τὴν ἀκρατοποσίαν Σκυθικὴν καλεῖ πόσιν· ἄγε δηὖτε, μηκέθʼ οὕτω πατάγῳ τε κἀλαλητῷ Σκυθικὴν πόσιν παρʼ οἴνῳ μελετῶμεν, ἀλλὰ καλοῖσʼ ὑποπίνοντες ἐν ὕμνοις. καὶ Λακεδαιμόνιοι δʼ, ὥς φησιν Ἡρόδοτος ἐν τῇ ἕκτῃ, Κλεομένη τὸν βασιλέα Σκύθαις ὁμιλήσαντα καὶ ἀκρατοπότην γενόμενον ἐκ τῆς μέθης φασὶ μανῆναι. καὶ αὐτοὶ δʼ οἱ Λάκωνες ὅταν βούλωνται ἀκρατέστερον πίνειν, ἐπισκυθίσαι λέγουσι. Χαμαιλέων γοῦν Ἡρακλεώτης ἐν τῷ περὶ μέθης περὶ τούτων οὕτως γράφει· ἐπεὶ καὶ Κλεομένη τὸν Σπαρτιάτην φασὶν οἱ Λάκωνες μανῆναι διὰ τὸ Σκύθαις ὁμιλήσαντα μαθεῖν ἀκρατοποτεῖν. ὅθεν ὅταν βούλωνται πιεῖν ἀκρατέστερον, ἐπισκύθισον λέγουσιν. Ἀχαιὸς δʼ ἐν Αἴθωνι σατυρικῷ τοὺς σατύρους ποιεῖ δυσχεραίνοντας ἐπὶ τῷ ὑδαρῆ πίνειν καὶ λέγοντας· μῶν Ἁχελῷος ἦν κεκραμένος πολύς; Β. ἀλλʼ οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις. Α. καλῶς μὲν οὖν ἄγειν .... Σκύθῃ πιεῖν.
Kaibel Index Scriptorum
ANACREO
CHAMAELEO
HERODOTVS

ACHAEVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Achaeus
Anacreon
Chamaeleon
Herodotus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License