DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
28

καί τινος εἰπόντος ὅτι Μένανδρος ἐν Ἥρωι ἔφη· χοῦς κεκραμένου οἴνου· λαβὼν ἔκπιθι τοῦτον, Δημόκριτος ἔφη· Ἡσίοδος μέν, ἑταῖροι, παραινεῖ τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. διʼ ὃν καὶ Ἀναξίλας ἐν Νηρεῖ ἔφη· καίτοι πολύ γʼ ἐσθʼ ἥδιον. οὐ γὰρ ἄν ποτε ἔπινον ἂν τρίʼ ὕδατος, οἴνου δʼ ἓν μόνον. Ἄλεξις δʼ ἐν Τιτθῇ ἔτι σωφρονικώτερον κιρνάναι παρακελεύεται· ἰδού γάρ, πάρεστιν οἶνος· οὐκοῦν ἐγχέω κρίτωνα; Β. πολὺ βέλτιον ἕνα καὶ τέτταρας. Α. ὑδαρῆ λέγεις· ὅμως δὲ ταύτην ἐκπιὼν λέγʼ εἴ τι καινόν, διατριβήν τε τῷ πότῳ ποιῶμεν. καὶ Διοκλῆς ἐν Μελίσσαις· πῶς δὲ καὶ κεκραμένον πίνειν τὸν οἶνον δεῖ με; Β. τέτταρα καὶ δύο. δʼ οὖν κρᾶσις αὕτη παρὰ τὸ ἔθος οὖσα ἐπέμνησε τάχα καὶ τὴν θρυλουμένην παροιμίαν· πέντε πίνειν τρίʼ μὴ τέτταρα. γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἕνα πρὸς τρεῖς. περὶ δὲ ταύτης τῆς κράσεως Ἴων ποιητὴς ἐν τῷ περὶ Χίου φησὶν ὅτι εὑρὼν μάντις Παλαμήδην ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους. οἳ δʼ ἐπιτεταμένως χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος. Νικοχάρης γοῦν ἐν Ἀμυμώνῃ πρὸς τοὔνομα παίζων ἔφη· Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο· κἀγώ τε καὶ σὺ συμπόται γενοίμεθα. τὰ παραπλήσια εἴρηκε καὶ ἐν Λημνίαις Ἀμειψίας δʼ ἐν Ἀποκοτταβίζουσιν· ἐγὼ δὲ Διόνυσος πᾶσιν ὑμῖν εἰμὶ πέντε καὶ δύο. Εὔπολις Αἰξί· Διόνυσε, χαῖρε· μή τι πέντε καὶ δύο; Ἕρμιππος Θεοῖς· ἔπειθʼ ὅταν πινώμεθʼ διψώμεθα, εὐχόμεθα πρὸς τοῦθʼ οἶνος, κέρας, γενοῦ. οὐκ ἀστου καὶ πηλουγω φέρω παίζων ἅμα, καυθεὶς γεγένηται τοῦτο πέντε καὶ δύο.
Kaibel Dialogi Personae
DEMOCRITVS

ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License