DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
27

ἐπὶ τούτοις τοῖς λόγοις ἐκπίνων τὸ ποτήριον Οὐλπιανὸς ἔφη· τήνδʼ ἐγὼ μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι συγγενέσι πίστωμα φιλίας. πρὸς ὃν ἔτι πίνοντα τῶν παρόντων τις προσέθηκε τὰ λειπόμενα ἰαμβεῖα· πιὼν ἐρῶ τὰ λοιπά· πνίγομαι γάρ. ἀλλʼ ἐπιρρόφει. καὶ Οὐλπιανὸς ἐκπιὼν ἔφη· ταῦτα μὲν Κλέαρχος ἐν Κιθαρῳδῷ ἐγὼ δὲ κατὰ τοὺς Ἄμφιδος Ἐρίθους παρακελεύομαι· παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς. καί· πίμπλα σὺ μὲν ἐμοί, σοὶ δʼ ἐγὼ δώσω πιεῖν· ἀμυγδαλῆ μὲν παιζέτω παρʼ ἀμυγδαλῆν. ταῦτα δʼ ἔφη Ξέναρχος ἐν Διδύμοις αἰτούντων οὖν τῶν μὲν πλέον οἴνου, τῶν δὲ ἴσον ἴσῳ φασκόντων κίρνασθαι, καὶ εἰπόντος τινὸς Ἄρχιππον εἰρηκέναι ἐν δευτέρῳ Ἀμφιτρύωνι· τίς ἐκέρασε σφῶν, κακόδαιμον, ἴσον ἴσῳ; καὶ Κρατῖνος ἐν Πυτίνῃ· τὸν δʼ ἴσον ἴσῳ φέροντʼ· ἐγὼ δʼ ἐκτήκομαι, ἔδοξε πᾶσι λέγειν περὶ τῶν κράσεων τῶν παρὰ τοῖς ἀρχαίοις.
Kaibel Dialogi Personae
VLPIANVS
ANONYMI

DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License