DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
26

οἱ δὲ παλαιοὶ τοὺς πρὸς ταῖς ὑπηρεσίαις ταύταις κήρυκας ἐκάλουν. Ὅμηρος· κήρυκες δʼ ἀνὰ ἄστυ φέρον θεῶν ὅρκια πιστά, ἄρνε δύω καὶ οἶνον ἐύφρονα, καρπὸν ἀρούρης, ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα. καὶ πάλιν· ἀτὰρ κήρυκες ἀγαυοὶ ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας· ἔχευαν. Κλείδημος δὲ τοὺς μαγείρους κήρυκάς φησι καλεῖσθαι. καὶ τὴν Ἥβην δέ τινες ἀνέπλασαν οἰνοχοοῦσαν αὐτοῖς, ἴσως διὰ τὸ ἡβητήρια καλεῖσθαι τὰ συμπόσια. Κλεινοῦς δὲ τῆς οἰνοχόου Πτολεμαίου τοῦ βασιλέως, ἐπίκλην δὲ Φιλαδέλφου, μνημονεύει Πτολεμαῖος τοῦ Ἀγησάρχου ἐν τῇ τρίτῃ τῶν περὶ Φιλοπάτορα ἱστοριῶν Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἱστοριῶν καὶ ἀνδριάντας αὐτῆς ἐν Ἀλεξανδρείᾳ ἑστάναι φησὶ κατὰ πολλὰ μέρη τῆς πόλεως μονοχίτωνας, ῥυτὸν κρατοῦντας ἐν ταῖς χερσίν.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License