DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
24

τῷ δὲ ἀκρατέστερον Ὑπερείδης κέχρηται ἐν τῷ κατὰ Δημοσθένους γράφων οὕτως· εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σέ. τούτῳ ὅμοιόν ἐστι τὸ ἀνιηρέστερον καὶ τὸ ἐν Ἡλιάσιν Αἰσχύλου ἀφθονέστερον λίβα. καὶ Ἐπίχαρμος δὲ ἐν Πύρρᾳ εὐωνέστερον ἔφη. καὶ ἐν τῷ κατὰ Δημάδου δὲ Ὑπερείδης εἴρηκε ῥᾳδιεστέραν τὴν πόλιν. τῷ δὲ κεραννύειν κέχρηται Πλάτων μὲν ἐν Φιλήβῳ· τοῖς δὴ θεοῖς, Πρώταρχε, εὐχόμενοι κεραννύωμεν. καὶ Ἀλκαῖος ἐν Ἱερῷ γάμῳ· κεραννύουσιν ἀφανίζουσί τε. Ὑπερείδης Δηλιακῷ· καὶ τὸν κρατῆρα τὸν Πανιώνιον κοινῇ οἱ Ἕλληνες κεραννύουσιν. ᾠνοχόουν τε παρὰ τοῖς ἀρχαίοις οἱ εὐγενέστατοι παῖδες, ὡς τοῦ Μενελάου υἱός· ᾠνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο. καὶ Εὐριπίδης δʼ ποιητὴς ἐν παισὶν ᾠνοχόησε. Θεόφραστος γοῦν ἐν τῷ περὶ μέθης φησί· πυνθάνομαι δʼ ἔγωγε καὶ Εὐριπίδην τὸν ποιητὴν οἰνοχοεῖν Ἀθήνησι τοῖς ὀρχησταῖς καλουμένοις. ὠρχοῦντο δὲ οὗτοι περὶ τὸν τοῦ Ἀπόλλωνος νεὼν τοῦ Δηλίου τῶν πρώτων ὄντες Ἀθηναίων καὶ ἐνεδύοντο ἱμάτια τῶν Θηραικῶν. δὲ Ἀπόλλων οὗτός ἐστιν τὰ Θαργήλια ἄγουσι, καὶ διασῴζεται Φλυῆσιν ἐν τῷ δαφνηφορείῳ γραφὴ περὶ τούτων. τὰ αὐτὰ ἱστορεῖ καὶ Ἱερώνυμος Ῥόδιος Ἀριστοτέλους ὢν μαθητής, καὶ οὗτος ἐν τῷ περὶ μέθης. Σαπφώ τε καλὴ πολλαχοῦ Λάριχον τὸν ἀδελφὸν ἐπαινεῖ ὡς οἰνοχοοῦντα ἐν τῷ πρυτανείῳ τοῖς Μυτιληναίοις. καὶ παρὰ Ῥωμαίοις δὲ οἱ εὐγενέστατοι τῶν παίδων τὴν λειτουργίαν ταύτην ἐκτελοῦσιν ἐν ταῖς δημοτελέσι τῶν θυσιῶν, πάντα τοὺς Αἰολεῖς μιμούμενοι, ὡς καὶ κατὰ τοὺς τόνους τῆς φωνῆς.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License