DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
23

κύαθον δʼ ἐπὶ τοῦ ἀντλητῆρος Πλάτων εἴρηκεν ἐν Φάωνι οὕτως· τῷ στόματι τὸν κύαθον ὧδʼ εἰληφότες. καὶ ἐν Πρέσβεσι· κυάθους ὅσους ἐκλέπτεθʼ ἑκάστοτε. Ἄρχιππος Ἰχθύσι· κύαθον ἐπριάμην παρὰ Δαισίου. τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Εἰρήνῃ Ἀριστοφάνους· ὑπωπιασμέναι ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι· τὰ γὰρ ὑπώπια τοῖς κυάθοις περιθλώμενα ἀμαυροῦται. μνημονεύει τοῦ κυάθου καὶ Ξενοφῶν ἐν πρώτῳ Παιδείας καὶ Κρατῖνος, ἔτι δʼ Ἀριστοφάνης πολλαχοῦ καὶ Εὔβουλος ἐν Ὀρθάννῃ. Φερεκράτης δʼ ἐν Λήροις ἀργυροῦν κύαθον ὠνόμασε Τίμων δʼ ἐν δευτέρῳ Σίλλων ἀρυσαίνας κέκληκε τοὺς κυάθους φάσκων οὑτωσί· ἀπληστοίνους τʼ ἀρυσαίνας, ἀπὸ τοῦ ἀρύσασθαι ὀνομάσας. καλοῦνται δὲ καὶ ἀρυστῆρες καὶ ἀρύστιχοι. Σιμωνίδης· ἔδωκεν οὐδεὶς οὐδʼ ἀρυστῆρα τρυγός. Ἀριστοφάνης δʼ ἐν Σφηξίν· ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους. Φρύνιχος Ποαστρίαις· κύλικʼ ἀρύστιχον. ἔνθεν καὶ ἀρύταινα. ἔλεγον δὲ καὶ ἔφηβον τὸ τοιοῦτον σκεῦος, ὡς Ζηνοφάνης ἐν τῷ Συγγενικῷ. Πολύβιος δʼ ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν καὶ ποταμόν τινα ἀναγράφει Κύαθον καλούμενον περὶ Ἀρσινόην πόλιν Αἰτωλίας.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License