DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
22

πρότερον δέ μοι λελέξεται περὶ τοῦ ζωρότερον. Ἀντιφάνης Μελανίωνι· τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ. ἐν δὲ Λάμπωνι· δεῖνʼ Ἰᾶπυξ, κέρασον εὐζωρέστερον. Ἔφιππος Ἐφήβοις· φιάλην ἑκατέρᾳ ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς. τινὲς δὲ καὶ τὸ παρʼ Ὁμήρῳ ζωρότερον δὲ κέραιρε οὐκ ἄκρατον σημαίνειν φασίν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως· ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα οὐκ ἄτοπον. ἄλλοι δὲ τὸ εὔκρατον, ὥσπερ τὸ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ. τινὲς δέ, ἐπεὶ οἱ ἐνιαυτοὶ ὧροι λέγονται καὶ τὸ ζα ὅτι μέγεθος πλῆθος σημαίνει, ζωρὸν τὸν πολυέτη λέγεσθαι. Δίφιλος δʼ ἐν Παιδερασταῖς φησιν· ἔγχεον σὺ δὴ πιεῖν. Β. εὐζωρότερόν γε νὴ Δίʼ, παῖ, δός· τὸ γὰρ ὑδαρὲς ἅπαν τοῦτʼ ἐστι τῇ ψυχῇ κακόν. Θεόφραστος δʼ ἐν τῷ περὶ μέθης ζωρότερόν φησιν εἶναι τὸ κεκραμένον, παρατιθέμενος Ἐμπεδοκλέους τάδε· αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατʼ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License