DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
20

ἐπὶ τούτοις Οὐλπιανὸς ἔφη· ἐπεὶ δεδείπναμεν (εἴρηκε δὲ οὕτως Ἄλεξις ἐν Κουρίδι· ἐπεὶ πάλαι δεδείπναμεν, Εὔβουλος Προκρίδι· ἡμεῖς δʼ οὐδέπω δεδείπναμεν καὶ πάλιν· ὃν χρὴ δεδειπνάναι πάλαι, καὶ Ἀντιφάνης ἐν Λεωνίδῃ· ἀλλὰ πρὶν δεδειπνάναι ἡμᾶς παρέσται, καὶ Ἀριστοφάνης ἐν Προαγῶνι· ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην· ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι, καὶ ἐν Δαναίσιν· ἤδη παροινεῖς ἐς ἐμὲ πρὶν δεδειπνάναι, καὶ Πλάτων Σοφισταῖς καὶ Ἐπικράτης Ἀμβρακιώτης μέσης δʼ ἐστὶ κωμῳδίας ποιητής ἐν Ἀμαζόσιν· δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ δοκοῦσί μοι. καὶ ἠρίσταμεν δʼ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς· ὑποπεπώκαμεν .., ὦνδρες, καὶ καλῶς ἠρίσταμεν, καὶ Ἕρμιππος ἐν Στρατιώταις· ἠριστάναι καὶ παριστάναι τουτί, Θεόπομπος Καλλαίσχρῳ· ἠρίσταμεν· δεῖ γὰρ συνάπτειν τὸν λόγον. καταριστᾶν δὲ εἴρηκεν ἐν τῷ Πολιτικῷ Ἀντιφῶν οὕτως· ὅτʼ ἄν τις πράγματα τὰ ἑαυτοῦ τὰ τῶν φίλων κατηρίστηκεν. παραδεδειπνημένος δʼ εἴρηκεν Ἄμφις ἐν Πλάνῳ οὕτως· παραδεδειπνημένος, παῖδες, πάλαι.)
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License