DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
2

εἰσάγεται δὲ Ἡρακλῆς καὶ Λεπρεῖ περὶ πολυφαγίας ἐρίζων ἐκείνου προκαλεσαμένου, καὶ νενίκηκεν. Ζηνόδοτος δʼ ἐν δευτέρῳ Ἐπιτομῶν Καύκωνός φησι τοῦ Ποσειδῶνος καὶ Ἀστυδαμείας τῆς Φόρβαντος γενέσθαι τὸν Λεπρέα, ὃν τὸν Ἡρακλέα κελεῦσαι δεθῆναι, ὅτε Αὐγέαν τὸν μισθὸν ἀπῄτει. Ἡρακλῆς δʼ ἐκτελέσας τοὺς ἄθλους ἔρχεται ἐπὶ Καύκωνας καὶ δεηθείσης Ἀστυδαμείας διαλύεται πρὸς τὸν Λεπρέα. καὶ μετὰ ταῦτα Λεπρεὺς Ἡρακλεῖ ἐρίζει δίσκῳ καὶ ὕδατος ἀντλήσει καὶ ὅστις ἀναλώσει θᾶττον ταῦρον, καὶ λείπεται πάντα. εἶτα θωρηχθεὶς προκαλεῖται Ἡρακλέα καὶ θνῄσκει ἐν τῇ μάχῃ. Μᾶτρις δʼ ἐν τῷ τοῦ Ἡρακλέους ἐγκωμίῳ καὶ εἰς πολυποσίαν φησὶ τὸν Ἡρακλέα προκληθῆναι ὑπὸ τοῦ Λεπρέως, καὶ πάλιν νικηθῆναι. τὰ αὐτὰ ἱστορεῖ καὶ Χῖος ῥήτωρ Καύκαλος, Θεοπόμπου τοῦ ἱστοριογράφου ἀδελφός, ἐν τῷ τοῦ Ἡρακλέους ἐγκωμίῳ.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Zenodotus

Caucalus
Matris
Pindarus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License