DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
19

μέγα γὰρ ἀνθρώποις κακὸν γαστήρ, περὶ ἧς φησιν Ἄλεξις ἐν Συναποθνῄσκουσι· μάθοις τʼ ἂν οἷον ἀνθρώποις κακόν ἐστιν γαστήρ, διδάσκει δʼ οἷʼ ἀναγκάζει θʼ ὅσα. εἴ τις ἀφέλοι τοῦτʼ ἀφʼ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος, οὔτʼ ἂν ἀδικοῖτʼ οὐδὲν οὐδεὶς οὔθʼ ὑβρίζοι τἂν ἑκών. νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ. Δίφιλος δʼ ἐν Παρασίτῳ· εὖ γʼ κατάχρυσος εἶπε πόλλʼ Εὐριπίδης, νικᾷ δὲ χρεία μʼ ταλαίπωρός τέ μου γαστήρ. ταλαιπωρότερον οὐδέν ἐστι γὰρ τῆς γαστρός· εἰς ἣν πρῶτον ἐμβαλεῖς ὅσʼ ἂν οὐχ ἕτερον εἰς ἀγγεῖον. ἐν πήρᾳ φέροις ἄρτους ἄν, ἀλλʼ οὐ ζωμόν, διαφθερεῖς. εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλʼ οὐ φακῆν· οἰνάριον εἰς λάγυνον, ἀλλʼ οὐ κάραβον. εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει πάνθʼ ἑαυτοῖς μηδὲν ὁμολογούμενα. κοὐ προστίθημι τἄλλα, διότι πανταχοῦ διὰ τὴν τάλαιναν πάντα ταῦτα γίνεται. καὶ Κράτης δʼ κυνικός, ὥς φησι Σωσικράτης ἐν ταῖς Διαδοχαῖς, ἐπερράπισε Δημήτριον τὸν Φαληρέα σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου· εἴθε γάρ, ἔφη, τὰς κρήνας καὶ ἄρτους ἦν φέρειν. Στίλπων δʼ οὐ κατεπλάγη τὴν ἐγκράτειαν καταφαγὼν σκόροδα καὶ κατακοιμηθεὶς ἐν τῷ τῆς Μητρὸς τῶν θεῶν ἱερῷ· ἀπείρητο δὲ τῷ τούτων τι φαγόντι μηδὲ εἰσιέναι. ἐπιστάσης δὲ αὐτῷ τῆς θεοῦ κατὰ τοὺς ὕπνους καὶ εἰπούσης ὅτι φιλόσοφος ὤν, Στίλπων, παραβαίνεις τὰ νόμιμα, καὶ τὸν δοκεῖν ἀποκρίνασθαι κατὰ τοὺς ὕπνους· σὺ δέ μοι πάρεχε ἐσθίειν καὶ σκορόδοις οὐ χρήσομαι.
Kaibel Index Scriptorum
ALEXIS
DIPHILVS
EVRIPIDES
SOSICRATES

Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Diphilus
Sosicrates

Alexis

Alignment

 

Digital Athenaeus Project     Creative Commons License