DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
17

οἱ δὲ νῦν συνάγοντες ἐπὶ τὰ δεῖπνα καὶ μάλιστα οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας βοῶσι, κεκράγασι, βλασφημοῦσι τὸν οἰνοχόον, τὸν διάκονον, τὸν μάγειρον· κλαίουσι δʼ οἱ παῖδες τυπτόμενοι κονδύλοις ἄλλος ἄλλοθεν. καὶ οὐχ οἷον οἱ κεκλημένοι μετὰ πάσης ἀηδίας δειπνοῦσιν, ἀλλὰ κἂν τύχῃ θυσία τις οὖσα, παρακαλυψάμενος θεὸς οἰχήσεται καταλιπὼν οὐ μόνον τὸν οἶκον, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν. γελοῖον γάρ ἐστιν αὐτὸν τὸν εὐφημίαν κηρύξαντα καταρᾶσθαι τῇ γυναικὶ καὶ τοῖς τέκνοις. καὶ τοῖς δειπνοῦσι δʼ ἂν εἴποι τοιοῦτος· νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. τῷ γὰρ τοιούτῳ οἶκος ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. τούτων λεχθέντων ἔφη τις τῶν παρόντων· παραιτητέον εἰς ταῦτʼ ἀποβλέποντάς ἐστι τὸ γαστρίζεσθαι. ἀτελὲς γὰρ δεῖπνον οὐ ποιεῖ παροινίαν, ὡς Ἄμφις φησὶν ἐν Πανί, οὐδὲ ὕβρεις καὶ προπηλακισμούς, ὡς Ἄλεξις ἐν Ὀδυσσεῖ ὑφαίνοντι μαρτυρεῖ διὰ τούτων· φιλεῖ γὰρ μακρὰ συνουσία καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθʼ ἡμέραν ποιεῖν σκῶψιν, σκῶψις δὲ λυπεῖ πλεῖον τέρπει πολύ. τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετʼ· ἂν δʼ εἴπῃς ἅπαξ, εὐθὺς ἀντήκουσας· ἤδη λοιδορεῖσθαι λείπεται, εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. ταῦτα γὰρ κατὰ φύσιν πέφυκεν οὕτως· καὶ τί μάντεως ἔδει;
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License