DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
15

Ἀντίγονος δʼ Καρύστιος ἐν τῷ Μενεδήμου βίῳ τὴν διάταξιν διηγούμενος τοῦ παρὰ τῷ φιλοσόφῳ συμποσίου φησὶν ὅτι ἠρίστα μὲν δεύτερος τρίτος καθʼ αὑτόν· κἆτʼ ἔδει καὶ τοὺς λοιποὺς παρεῖναι δεδειπνηκότας. ἦν γὰρ τὸ τοῦ Μενεδήμου τοιοῦτον ἄριστον. μετὰ δὲ ταῦτα εἰσεκάλουν τοὺς παραγινομένους· ὧν, ὡς ἔοικεν, ὅτε προτερήσειαν ἔνιοι τῆς ὥρας, ἀνακάμπτοντες παρὰ τὰς θύρας ἀνεπυνθάνοντο τῶν ἐξιόντων παίδων τί τὸ παρακείμενον εἴη καὶ πῶς ἔχοι τῆς τοῦ χρόνου συμμετρίας τὸ ἄριστον. ὅτε μὲν οὖν ἀκούσειαν λάχανον τάριχος, ἀνεχώρουν, ὅτε δʼ ὅτι κρεᾴδιον, εἰσῄεσαν εἰς τὸν ἐπὶ τοῦτο παρεσκευασμένον οἶκον. ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφʼ ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον· προσκεφάλαιον δὲ αὐτὸν φέρειν ἕκαστον ἔδει. τὸ δὲ περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου, τράγημα δὲ θέρμος μὲν κύαμος συνεχῶς, ποτὲ δὲ καὶ τῶν ὡρίων εἰσεφέρετό τι, τοῦ μὲν θέρους ἄπιος ῥόα, τοῦ δʼ ἔαρος ὦχροι, κατὰ δὲ τὴν χειμερινὴν ὥραν ἰσχάδες. μαρτυρεῖ δὲ καὶ περὶ τούτων Λυκόφρων Χαλκιδεὺς γράψας σατύρους Μενέδημον, ἐν οἷς φησιν Σιληνὸς πρὸς τοὺς σατύρους· παῖδες κρατίστου πατρὸς ἐξωλέστατοι, ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ· δεῖπνον γὰρ οὔτʼ ἐν Καρίᾳ, μὰ τοὺς θεούς, οὔτʼ ἐν Ῥόδῳ τοιοῦτον οὔτʼ ἐν Λυδίᾳ κατέχω δεδειπνηκώς. Ἄπολλον, ὡς καλόν. καὶ προελθών· ἀλλὰ κυλίκιον ὑδαρὲς παῖς περιῆγε τοῦ πεντωβόλου, ἀτρέμα παρεξεστηκός· τʼ ἀλιτήριος καὶ δημόκοινος ἐπεχόρευε δαψιλὴς θέρμος, πενήτων καὶ τρικλίνου συμπότης. ἑξῆς δέ φησιν ὅτι ζητήσεις ἦσαν παρὰ πότον· τράγημα γὰρ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος. ἱστορεῖται δὲ καὶ ὅτι πολλάκις συνόντας αὐτοὺς ἐπὶ πλεῖον ὄρνις κατελάμβανε τὴν ἕω καλῶν, τοῖσι δὲ οὐδέπω κόρος.
Kaibel Index Scriptorum
ANTIGONVS
LYCOPHRO

HEGESANDER
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Lycophron

Antigonus
Pyrrho

Alignment

 

Digital Athenaeus Project     Creative Commons License