DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
14

τῶν δείπνων δὲ πολλοὶ τὰ μέτρια ἀσπάζονται, ὡς Ἄλεξις ἐν Φιλούσῃ παραδίδωσιν· ἀλλʼ ἔγωγέ τοι τὰ δέοντʼ ἔχων τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γὰρ τέρψις μὲν οὐκ ἔνεστι, πολυτέλεια δέ. Ψευδομένῳ· τὰ περιττὰ μισῶ. τοῖς ὑπερβάλλουσι γὰρ δαπάνη πρόσεστιν, ἡδονὴ δʼ οὐδʼ ἡτισοῦν. ἐν δὲ Συντρόφοις· ὡς ἡδὺ πᾶν τὸ μέτριον· οὔθʼ ὑπεργέμων ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλʼ ἡδέως ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί. Ἀρίστων δʼ φιλόσοφος ἐν Ἐρωτικῶν Ὁμοίων δευτέρῳ Πολέμωνά φησι τὸν Ἀκαδημαικὸν παραινεῖν τοῖς ἐπὶ δεῖπνον πορευομένοις φροντίζειν ὅπως ἡδὺν πότον ποιῶνται μὴ μόνον εἰς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὴν αὔριον. Τιμόθεος δʼ Κόνωνος ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων παραληφθεὶς ὑπὸ Πλάτωνος εἰς τὸ ἐν Ἀκαδημείᾳ συμπόσιον καὶ ἑστιαθεὶς ἀφελῶς καὶ μουσικῶς ἔφη ὡς οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς γίνονται. δʼ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασιν ἔφη ὡς καὶ τῇ ὑστεραίᾳ Τιμόθεος ἀπαντήσας τῷ Πλάτωνι εἶπεν· ὑμεῖς, Πλάτων, εὖ δειπνεῖτε μᾶλλον εἰς τὴν ὑστεραίαν τὴν παροῦσαν ἡμέραν. Πύρρων δʼ Ἠλεῖος τῶν γνωρίμων τινὸς αὐτὸν ὑποδεξαμένου πολυτελῶς μέν, .... δέ, ὡς αὐτὸς ἱστορεῖ, εἰς τὸ λοιπόν, εἶπεν, οὐχ ἥξω πρὸς σέ, ἂν οὕτως ὑποδέχῃ, ἵνα μήτε ἐγὼ σὲ ἀηδῶς ὁρῶ καταδαπανώμενον οὐκ ἀναγκαίως μήτε σὺ θλιβόμενος κακοπαθῇς. μᾶλλον γὰρ ἡμᾶς τῇ μεθʼ ἑαυτῶν συνουσίᾳ προσῆκόν ἐστιν εὐεργετεῖν τῷ πλήθει τῶν παρατιθεμένων, ὧν οἱ διακονοῦντες τὰ πλεῖστα δαπανῶσιν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License