DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
13

Αἰγυπτίους δὲ Ἑκαταῖος ἀρτοφάγους φησὶν εἶναι κυλλήστιας ἐσθίοντας, τὰς δὲ κριθὰς εἰς ποτὸν καταλέοντας. διὰ ταῦτα καὶ Ἄλεξις ἐν τῷ περὶ αὐταρκείας ἔφη μετρίᾳ τροφῇ κεχρῆσθαι τὸν Βόκχοριν καὶ τὸν πατέρα αὐτοῦ Νεόχαβιν. καὶ Πυθαγόρας δʼ Σάμιος μετρίᾳ τροφῇ ἐχρῆτο, ὡς ἱστορεῖ Λύκων Ἰασεὺς ἐν τῷ περὶ Πυθαγορείου βίου. οὐκ ἀπείχετο δὲ ἐμψύχων, ὡς Ἀριστόξενος εἴρηκεν. Ἀπολλόδωρος δὲ ἀριθμητικὸς καὶ θῦσαί φησιν αὐτὸν ἑκατόμβην ἐπὶ τῷ εὑρηκέναι ὅτι τριγώνου ὀρθογωνίου τὴν ὀρθὴν γωνίαν ὑποτείνουσα ἴσον δύναται ταῖς περιεχούσαις· ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα, κλεινὸς ἐφʼ κλεινὴν ἤγαγε βουθυσίην. ἦν δὲ καὶ ὀλιγοπότης Πυθαγόρας καὶ εὐτελέστατα διεβίου, ὡς καὶ πολλάκις μέλιτι μόνῳ ἀρκεῖσθαι. τὰ παραπλήσια δʼ ἱστορεῖται καὶ περὶ Ἀριστείδου καὶ Ἐπαμεινώνδου καὶ Φωκίωνος καὶ Φορμίωνος τῶν στρατηγῶν. Μάνιος δὲ Κούριος Ῥωμαίων στρατηγὸς ἐπὶ γογγυλίσι διεβίω πάντα τὸν χρόνον· καὶ Σαβίνων αὐτῷ πολὺ χρυσίον προσπεμπόντων οὐκ ἔφη δεῖσθαι χρυσίου, ἕως ἂν τοιαῦτα δειπνῇ. ἱστορεῖ δὲ ταῦτα Μεγακλῆς ἐν τῷ περὶ ἐνδόξων ἀνδρῶν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License