DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
11

καὶ ἔθνη δὲ ὅλα εἰς πολυφαγίαν ἐκωμῳδεῖτο, ὡς τὸ Βοιωτόν. Εὔβουλος γοῦν ἐν Ἀντιόπῃ φησί· πώνειν μὲν ἁμὲς καὶ φαγεῖν μάλʼ ἀνδρικοὶ καὶ καρτερεῖμεν, τοῖς δʼ Ἀθηναίοις λέγειν καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα. καὶ ἐν Εὐρώπῃ· κτίζε Βοιωτῶν πόλιν, ἀνδρῶν ἀρίστων ἐσθίειν διʼ ἡμέρας. καὶ ἐν Ἴωνι· οὕτω σφόδρʼ ἐστὶ τοὺς τρόπους Βοιώτιος ὥστʼ οὐδὲ δειπνῶν, ὡς λέγουσʼ, ἐμπίπλαται. ἐν δὲ Κέρκωψι· μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθʼ ὅλην τήν θʼ ἡμέραν δειπνοῦσι καὶ κοπρῶνʼ ἔχει ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ οὐκ ἔστι μεῖζον ἀγαθόν· ὡς χεζητιῶν μακρὰν βαδίζων, πολλὰ δʼ ἐσθίων ἀνήρ, δάκνων τὰ χείλη παγγέλοιός ἐστʼ ἰδεῖν. ἐν δὲ τοῖς Μυσοῖς πρὸς τὸν Ἡρακλέα ποιεῖ τινα τάδε λέγοντα· σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών, ἀνδρῶν ἀρίστων ἐσθίειν διʼ ἡμέρας ὅλης τραχήλους καὶ κοπρῶνας πλησίον ... Δίφιλος δὲ ἐν Βοιωτίῳ· οἷος ἐσθίειν πρὸ ἡμέρας ἀρξάμενος πάλιν πρὸς ἡμέραν. Μνησίμαχος Βουσίριδι· εἰμὶ γὰρ Βοιώτιος ὀλίγα μὲν λαλῶν, Β. δίκαια ταῦτα. Α. πολλὰ δʼ ἐσθίων. Ἄλεξις Τροφωνίῳ· νῦν δʼ ἵνα μὴ παντελῶς Βοιώτιοι φαίνησθʼ εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις, ὡς ἀκίνητοι νῦν εἶναι βοᾶν καὶ πονεῖν μόνον καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθʼ ὅλην, γυμνοῦθʼ αὑτοὺς θᾶττον ἅπαντες. Ἀχαιὸς δʼ ἐν Ἄθλοις· πότερα θεωροῖς εἴτʼ ἀγωνισταῖς λέγεις; Β. πόλλʼ ἐσθίουσιν, ὡς ἐπασκούντων τρόπος. Α. ποδαποὶ γάρ εἰσιν οἱ ξένοι; Β. Βοιώτιοι. ἐκ τούτων εἰκός ἐστι καὶ Ἐρατοσθένη ἐν ταῖς ἐπιστολαῖς Πρεπέλαον φῆσαι ἐρωτηθέντα τί αὐτῷ δοκοῦσιν εἶναι Βοιωτοὶ εἰπεῖν· τί γὰρ ἄλλο τοιαῦτα ἐλάλουν, οἷα ἂν καὶ τὰ ἀγγεῖα φωνὴν λαβόντα, ὁπόσον ἕκαστος χωρεῖ. Πολύβιος δʼ Μεγαλοπολίτης ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν φησιν ὡς Βοιωτοὶ μεγίστην δόξαν λαβόντες κατὰ τὰ Λευκτρικὰ κατὰ μικρὸν ἀνέπεσον ταῖς ψυχαῖς καὶ ὁρμήσαντες ἐπʼ εὐωχίας καὶ μέθας διέθεντο καὶ κοινωνεῖα τοῖς φίλοις. πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλέον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διόπερ Μεγαρεῖς μισήσαντες αὐτῶν τὴν τοιαύτην κατάστασιν ἀπένευσαν εἰς τοὺς Ἀχαιούς.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License