DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
10

καὶ Ἀλκμὰν δʼ ποιητὴς ἑαυτὸν ἀδηφάγον εἶναι παραδίδωσιν ἐν τῷ τρίτῳ διὰ τούτων· καὶ ποκά τοι δώσω τρίποδος κύτος, κʼ ἔνι ......... λεʼ ἀγείρῃς. ἀλλʼ ἔτι νῦν γʼ ἄπυρος, τάχα δὲ πλέος ἔτνεος, οἷον παμφάγος Ἀλκμὰν ἠράσθη χλιερὸν πεδὰ τὰς τροπάς. οὔ τι γὰρ ἠὺ τετυγμένον ἔσθει ... ἀλλὰ τὰ κοινὰ γάρ, ὥσπερ δᾶμος, ζατεύει. κἀν τῷ εʹ δὲ ἐμφανίζει αὑτοῦ τὸ ἀδηφάγον λέγων οὕτως· ὥρας δʼ ἔσηκε τρεῖς, θέρος καὶ χεῖμα κὠπώραν τρίταν καὶ τέτρατον τὸ ἦρ, ὅκα σάλλει μέν, ἐσθίεν δʼ ἄδαν οὐκ ἔστι. Ἀναξίλας δʼ κωμικὸς περὶ Κτησίου τινὸς διαλεγόμενος ἐν Χρυσοχόῳ δράματί φησιν· ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δʼ οὐκ ἐπίσταται μόνος. κἀν Πλουσίοις· διαρραγήτω χἄτερος δειπνῶν τις εὖ, μὴ Κτησίας μόνος. Β. τί γὰρ σὲ κωλύει; Α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δʼ ἔμαθεν οὐδεπώποτε. κἀν Χάρισι δὲ Κραναόν τινα συγκαταλέγει οὕτως αὐτῷ· οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές· ὄντως Κραναὸς Κτησίου κατεσθίει ἔλαττον δειπνοῦσιν ἀμφότεροι συχνά; Φιλέταιρος δʼ ἐν Ἀταλάντῃ· κἂν δέῃ, τροχάζω στάδια πλείω Σωτάδου, τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ. Ἀνάξιππος Κεραυνῷ· ὁρῶ γὰρ ἐκ παλαίστρας τῶν φίλων προσιόντα μοι Δάμιππον. Β. τοῦτον λέγεις τὸν πέτρινον, ὃν οἱ φίλοι καλοῦσί σοι νυνὶ διʼ ἀνδρείαν Κεραυνόν; εἰκότως· ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι αὐτὸν κατασκήπτοντα αὐταῖς τῇ γνάθῳ. ἐν τούτοις ἐδήλωσεν κωμικὸς διότι καὶ τὸ δρᾶμα Κεραυνὸν ἀπʼ αὐτοῦ ἐπιγέγραφε. Θεόφιλος δʼ ἐν Ἐπιδαύρῳ· Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν, ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν. ἐν δὲ Παγκρατιαστῇ παραγαγὼν τὸν ἀθλητὴν ὡς πολλὰ ἐσθίοντά φησιν· ἑφθῶν μὲν σχεδὸν τρεῖς μνᾶς, Β. λέγʼ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας τέτταρας ὑείους, Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς, ὄρνιθʼ, Β. Ἄπολλον. λέγʼ ἕτερον. Α. σύκων δύο μνᾶς. Β. ἐπέπιες δὲ πόσον; Α. ἀκράτου δώδεκα κοτύλας. Β. Ἄπολλον, Ὧρε καὶ Σαβάζιε.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License