Ἀλλʼ ὥσπερ δείπνου γλαφυροῦ ποικίλην εὐωχίαν τὸν ποιητὴν δεῖ παρέχειν τοῖς θεαταῖς τὸν σοφόν, ἵνʼ ἀπίῃ τις τοῦτο φαγὼν καὶ πιών, ὅπερ λαβὼν χαίρει τις, καὶ σκευασία μὴ μίʼ ᾖ τῆς μουσικῆς, Ἀστυδάμας ὁ τραγικὸς ἐν Ἡρακλεῖ σατυρικῷ, ἑταῖρε, φησί, Τιμόκρατες. φέρε εἴπωμεν ἐνταῦθα τοῖς προειρημένοις τὰ ἀκόλουθα ὅτι ἦν καὶ ὁ Ἡρακλῆς ἀδηφάγος. ἀποφαίνονται δὲ τοῦτο σχεδὸν πάντες ποιηταὶ καὶ συγγραφεῖς. Ἐπίχαρμος μὲν ἐν Βουσίριδι λέγων· πρῶτον μὲν αἴ κʼ ἔσθοντʼ ἴδοις νιν ἀποθάνοις. βρέμει μὲν ὁ φάρυγξ ἔνδοθʼ, ἀραβεῖ δʼ ἁ γνάθος, ψοφεῖ δʼ ὁ γομφίος, τέτριγε δʼ ὁ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δʼ οὔατα. Ἴων δʼ ἐν Ὀμφάλῃ ἐμφανίσας αὐτοῦ τὴν ἀδηφαγίαν ἐπιφέρει· ὑπὸ δὲ τῆς εὐφημίας κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας. παρὰ Πινδάρου δὲ τοῦτʼ εἴληφεν εἰπόντος· διαβοῶν θερμὰ δʼ εἰς ἀνθρακιὰν στέψαν πυρὶ δʼ εἰς ἀνθρακιὰν στέψαν πυρὶ δʼ ὑπνόων τε σώματα. καὶ τότʼ ἐγὼ σαρκῶν τʼ ἐνοπὰν ἠδʼ ὀστέων στεναγμὸν βαρὺν ην ἰδόντα διακρῖναι πολλὸς ἐν καιρῷ χρόνος. τοιοῦτον οὖν αὐτὸν ὑποστησάμενοι ταῖς ἀδηφαγίαις καὶ τῶν ὀρνέων ἀποδεδώκασιν αὐτῷ τὸν λάρον τὸν προσαγορευόμενον βουφάγον.
|