DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
8

τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι, φησὶν Συρακούσιος ποιητής· οὐχ ἅμα μὲν οὖν πάντα παρασκευάζεσθαι δυνατόν, λέγεσθαι δὲ ῥᾴδιον. ὅτι δείπνων ἀναγραφὰς πεποίηνται ἄλλοι τε καὶ Τιμαχίδας Ῥόδιος διʼ ἐπῶν ἐν ἕνδεκα βιβλίοις καὶ πλείοσι καὶ Νουμήνιος Ἡρακλεώτης, Διεύχους τοῦ ἰατροῦ μαθητής, καὶ Ματρέας Πιταναῖος παρῳδὸς καὶ Ἡγήμων Θάσιος ἐπικληθεὶς Φακῆ, ὃν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τινὲς ἐντάττουσιν. ὅτι Ἀρτεμίδωρος Ψευδαριστοφάνειος ὀψαρτυτικὰς λέξεις συνήγαγε. τοῦ Φιλοξένου δὲ τοῦ Λευκαδίου Δείπνου Πλάτων κωμῳδιοποιὸς μέμνηται· ἐγὼ δʼ ἐνθάδʼ ἐν τῇ ἐρημίᾳ τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον πρὸς ἐμαυτόν. Β. ἐστὶ δʼ, ἀντιβολῶ σε, τοῦτο τί; Α. Φιλοξένου καινή τις ὀψαρτυσία. Β. ἐπίδειξον αὐτὴν ἥτις ἔστʼ. Α. ἄκουε δή. ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δʼ ἐπὶ θύννον. Β. ἐπὶ θύννον; οὐκοῦν τῆς τελευτῆς πολὺ κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως. Α. βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας ὡς πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ. καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δʼ ἐς τέκνʼ ἄνειμι. εἶτα μετὰ μικρόν· οὐδὲ λοπὰς κακόν ἐστιν· ἀτὰρ τὸ τάγηνον ἄμεινον, οἶμαι. καὶ μετʼ ὀλίγα· ὀρφὼν αἰολίαν συνόδοντά τε καρχαρίαν τε μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ, ἀλλʼ ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον. πουλύποδος πλεκτὴ δʼ, ἂν πιλήσῃς κατὰ καιρόν, ἑφθὴ τῆς ὀπτῆς, ἢν μείζων, πολὺ κρείττων· ἢν ὀπταὶ δὲ δύʼ ὦσʼ, ἑφθῇ κλαίειν ἀγορεύω. τρίγλη δʼ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι· παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ. σκορπίος αὖ Β. παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License