DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
7

ὅτι Ἀρχέστρατος Συρακούσιος Γελῷος ἐν τῇ ὡς Χρύσιππος ἐπιγράφει Γαστρονομίᾳ, ὡς δὲ Λυγκεὺς καὶ Καλλίμαχος Ἡδυπαθείᾳ, ὡς δὲ Κλέαρχος Δειπνολογίᾳ, ὡς δʼ ἄλλοι Ὀψοποιίᾳ ἐπικὸν δὲ τὸ ποίημα, οὗ ἀρχή· ἱστορίης ἐπίδειγμα ποιούμενος Ἑλλάδι πάσῃ φησί· πρὸς δὲ μιᾷ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ. ἔστωσαν δʼ τρεῖς τέσσαρες οἱ ξυνάπαντες τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν. ἀγνοεῖ δʼ ὅτι οἱ ἐν τῷ Πλάτωνος συσσιτίῳ ὀκτὼ καὶ εἴκοσι ἦσαν. οὗτοι δὲ πρὸς τὰ δεῖπνα τῶν ἐν τῇ πόλει ἀφορῶσιν ἀεὶ καὶ πέτονται δεξιῶς ἐπὶ ταῦτʼ ἄκλητοι, Ἀντιφάνης φησί, καὶ ἐπάγει· οὓς ἔδει τὸν δῆμον ἐκ κοινοῦ τρέφειν, ἀεί θʼ ὅπερ Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν, βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License