DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
57

Ἀλκμὰν δέ που ἄπυρον οἶνον καὶ ἄνθεος ὄσδοντά φησι τὸν ἐκ Πέντε λόφων, ὅς ἐστι τόπος Σπάρτης ἀπέχων στάδια ἑπτά· καὶ τὸν ἐκ Δενθιάδων, ἐρύματός τινος, καὶ τὸν ἐξ Οἰνοῦντος καὶ τὸν ἐξ Ὀνόγλων καὶ Σταθμῶν. χωρία δὲ ταῦτα τὰ καὶ πλησίον Πιτάνης. φησὶν οὖν οἶνον δʼ Οἰνουντιάδαν Δένθιν Καρύστιον Ὄνογλιν Σταθμίταν. καὶ τὸν ἐκ Καρύστου, ὅς ἐστι πλησίον Ἀρκαδίας. ἄπυρον δὲ εἶπε τὸν οὐχ ἡψημένον· ἐχρῶντο γὰρ ἑφθοῖς οἴνοις. Πολύβιος δὲ διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, μηδένα συγκρίνεσθαι. Ἀλκίφρων δʼ Μαιάνδριος περὶ τὴν Ἐφεσίαν φησὶν εἶναι ὀρείαν κώμην τὴν πρότερον μὲν καλουμένην Λητοῦς, νῦν δὲ Λατώρειαν ἀπὸ Λατωρείας Ἀμαζόνος· ἐν γίνεσθαι τὸν πράμνιον οἶνον. Τιμαχίδας δὲ Ῥόδιος ὑπόχυτόν τινα οἶνον ἐν Ῥόδῳ καλεῖ παραπλήσιον τῷ γλεύκει. καὶ γλύξις δʼ οἶνος καλεῖται τὸ ἕψημα ἔχων. Πολύζηλος δὲ αὐτίτην καλεῖ οἶνον. Πλάτων δʼ κωμικὸς καπνίαν· κάλλιστος δʼ οὗτος γίνεται ἐν Βενεβέντῳ πόλει Ἰταλίας. ἀμφίας δʼ οἶνος φαῦλος καλεῖται παρὰ Σωσικράτει. ἐχρῶντο δʼ οἱ ἀρχαῖοι καὶ πόματί τινι ἐξ ἀρωμάτων κατασκευαζομένῳ, ἐκάλουν τρίμμα. Θεόφραστος δὲ ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ φησὶν ἐν Ἡραίᾳ τῆς Ἀρκαδίας γίνεσθαι οἶνον ὃς τοὺς μὲν ἄνδρας πινόμενος ἐξίστησι, τὰς δὲ γυναῖκας τεκνούσσας ποιεῖ. περὶ δὲ Κερυνίαν τῆς Ἀχαίας ἀμπέλου τι γένος εἶναι, ἀφʼ ἧς τὸν οἶνον ἐξαμβλοῦν ποιεῖν τὰς γυναῖκας τὰς ἐγκύμονας· κἂν τῶν βοτρύων δέ, φησί, φάγωσιν, ἐξαμβλοῦσιν. δὲ Τροιζήνιος οἶνος ἀγόνους, φησί, ποιεῖ τοὺς πίνοντας. ἐν Θάσῳ δὲ λέγει ὡς αὐτοὶ ποιοῦσιν οἶνόν τινα ὑπνωτικὸν καὶ ἕτερον ἀγρυπνεῖν ποιοῦντα τοὺς πίνοντας.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License