DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
53

φοινικίνου δὲ οἴνου μέμνηται καὶ Ἔφιππος· κάρυα, ῥοίας, φοίνικας, ἕτερα νώγαλα, σταμνάριά τʼ οἴνου μικρὰ τοῦ φοινικίνου. καὶ πάλιν· φοινικίνου βῖκός τις ὑπανεῴγνυτο. μνημονεύει αὐτοῦ καὶ Ξενοφῶν Ἀναβάσει Μενδαίου δὲ Κρατῖνος· νῦν δʼ ἂν ἴδῃ Μενδαῖον ἡβῶντʼ ἀρτίως οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει· οἴμʼ ὡς ἁπαλὸς καὶ λευκός· ἆρʼ οἴσει τρία; Ἕρμιππος δέ που ποιεῖ τὸν Διόνυσον πλειόνων μεμνημένον· Μενδαίῳ ... μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή, τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον τῶν ἄλλων οἴνων μετʼ ἀμύμονα Χῖον ἄλυπον. ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσι, οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δʼ ὑακίνθου· ὀσμὴ θεσπεσία κατὰ πᾶν δʼ ἔχει ὑψερεφὲς δῶ, ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτʼ ἐστὶ τὸ νέκταρ, τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δʼ ἐχθροῖς ἐκ Πεπαρήθου· φησὶ δὲ Φαινίας Ἐρέσιος Μενδαίους τοὺς βότρυς ἐπὶ τῇ ἀμπέλῳ ῥαίνειν τῷ ἐλατηρίῳ· διὸ γίνεσθαι τὸν οἶνον μαλακόν.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Archestratus
Cratinus
Ephippus
Phanias

Alignment

 

Digital Athenaeus Project     Creative Commons License