DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
52

ὅτι Ἀριστοφάνους τὰς δευτέρας Θεσμοφοριαζούσας Δημήτριος Τροιζήνιος Θεσμοφοριασάσας ἐπιγράφει. ἐν ταύτῃ κωμικὸς μέμνηται Πεπαρηθίου οἴνου· οἶνον δὲ πίνειν οὐκ ἐάσω πράμνιον, οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον, οὐδʼ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον. Εὔβουλος· Λευκάδιος πάρεστι καὶ μελίττιος οἰνίσκος οὕτω πότιμος. Ἀρχεστράτου τοῦ δειπνολόγου· εἶθʼ ὁπόταν πλήρωμα Διὸς σωτῆρος ἕλησθε, ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα οἶνον, ὑγρὰν χαίταν λευκῷ πεπυκασμένον ἄνθει πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα. τόν τʼ ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ· οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς, εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι μᾶλλον· ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον· πινόμενος δʼ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ δέ. εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι, ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος, οὐ προσέχω τὸν νοῦν αὐτοῖς .... ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις. οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθʼ ὀνομῆναι· ἀλλʼ οὐθὲν τἄλλʼ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον. ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρʼ αὑτοῖς.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License