DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
50

Πίνδαρος δʼ ἐν τῇ εἰς Ἱέρωνα Πυθικῇ ᾠδῇ· ἀπὸ Ταϋγέτοιο μὲν Λάκαιναν ἐπὶ θηρσὶ κύνα τρέχειν πυκινώτατον ἑρπετόν. Σκύριαι δʼ ἐς ἄμελξιν γάλακτος αἶγες ἐξοχώταται· ὅπλα δʼ ἀπʼ Ἄργεος, ἅρμα Θηβαῖον, ἀλλʼ ἀπὸ τῆς ἀγλαοκάρπου Σικελίας ὄχημα δαιδάλεον ματεύειν. Κριτίας δὲ οὕτως· κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα. εἶτα δʼ ὄχος Σικελὸς κάλλει δαπάνῃ τε κράτιστος ................. Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα. εὐναίου δὲ λέχους κάλλος ἔχει Μίλητός τε Χίος τʼ ἔναλος πόλις Οἰνοπίωνος. Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ. Φοίνικες δʼ εὗρον γράμματα ἀλεξίλογα. Θήβη δʼ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη· φορτηγοὺς δʼ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι. τὸν δὲ τροχὸν γαίας τε καμίνου τʼ ἔκγονον εὗρε, κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον. καὶ ἐπαινεῖται ὄντως Ἀττικὸς κέραμος. Εὔβουλος δέ φησι Κνίδια κεράμια, Σικελικὰ βατάνια, Μεγαρικὰ πιθάκνια. Ἀντιφάνης δέ· καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπὸν καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον Σαμοθρᾴκιον καὶ καυλὸν ἐκ Καρχηδόνος καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων ὀρίγανόν τε Τενέδιον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License