ὅτι Ἀντιφάνης που ὁ χαρίεις τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα οὕτω καταλέγει· ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης, Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα, ἰχθῦς Σικυῶνος, Αἰγίου δʼ αὐλητρίδες, τυρὸς Σικελικός, — — — — — — μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι. Ἕρμιππος δʼ οὕτως· ἕσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι, ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπʼ οἴνοπα πόντον, ὅσσʼ ἀγάθʼ ἀνθρώποις δεῦρʼ ἤγαγε νηὶ μελαίνῃ. ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον· ἐκ δʼ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη· ἐκ δʼ αὖ Θετταλίας χόνδρον καὶ πλευρὰ βόεια· καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι· καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς. αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι. καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι. ταῦτα μὲν ἐντεῦθεν· ἐκ δʼ Αἰγύπτου τὰ κρεμαστὰ ἱστία καὶ βίβλους· ἀπὸ δʼ αὖ Συρίας λιβανωτόν· ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δʼ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν· ἡ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους. αὐτὰρ ἀπʼ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα· ἀνδράποδʼ ἐκ Φρυγίας, ἀπὸ δʼ Ἀρκαδίας ἐπικούρους. αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι. τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα Παφλαγόνες παρέχουσι· τὰ γάρ τʼ ἀναθήματα δαιτός· Φοινίκη δʼ αὖ καρπὸν φοίνικος καὶ σεμίδαλιν· Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια.
Kaibel Dialogi Personae
|