DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
46

ὅτι δὲ καὶ ἰχθῦς ἤσθιον Σαρπηδὼν δῆλον ποιεῖ, ὁμοιῶν τὴν ἅλωσιν πανάγρου δικτύου θήρᾳ. καίτοι Εὔβουλος κατὰ τὴν κωμικὴν χάριν φησὶ παίζων· ἰχθὺν δʼ Ὅμηρος ἐσθίοντʼ εἴρηκε ποῦ τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεὶ ἕψοντά γʼ οὐ πεποίηκεν αὐτῶν οὐδένα. ἀλλʼ οὐδὲ μίαν ἀλλʼ ἑταίραν εἶδέ τις αὐτῶν, ἑαυτοὺς δʼ ἔδεφον ἐνιαυτοὺς δέκα. πικρὰν στρατείαν δʼ εἶδον, οἵτινες πόλιν μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ τῆς πόλεος ἀπεχώρησαν ἧς εἷλον τότε. οὐδὲ τὸν ἀέρα δʼ οἱ ἥρωες τοῖς ὄρνισιν εἴων ἐλεύθερον, παγίδας καὶ νεφέλας ἐπὶ ταῖς κίχλαις καὶ πελειάσιν ἱστάντες. ἐγυμνάζοντο δὲ πρὸς ὀρνεοθηρευτικὴν καὶ τὴν πελειάδα τῇ μηρίνθῳ κρεμάντες ἀπὸ νηὸς ἱστοῦ καὶ τοξεύοντες ἑκηβόλως εἰς αὐτήν, ὡς ἐν τῷ ἐπιταφίῳ δηλοῦται παρέλιπε δὲ τὴν χρῆσιν τῶν λαχάνων καὶ ἰχθύων καὶ τῶν ὀρνίθων διά τε τὴν λιχνείαν καὶ προσέτι τὴν ἐν ταῖς σκευασίαις ἀπρέπειαν, ἐλάττω κεκρικὼς ἡρωικῶν καὶ θείων ἔργων. ὅτι δὲ καὶ ἑφθοῖς ἐχρῶντο κρέασιν ἐμφανίζει ἐν οἷς λέγει· ὡς δὲ λέβης ζεῖ ........ κνίσσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο. καὶ κατʼ Ὀδυσσέως ἀφεθεὶς ποῦς βοὸς τούτου σημεῖον· πόδα γὰρ βόειον οὐδεὶς ὀπτᾷ. καὶ τὸ κρειῶν δὲ πίνακας παρέθηκεν ἀείρας παντοίων οὐ μόνον τὴν τῶν κρεῶν ἐξαλλαγὴν δηλοῖ, ὡς ὀρνίθεια, χοίρεια, ἐρίφεια, βόεια λέγων, ἀλλὰ τὴν σκευασίαν ὡς ποικίλην ἔχοντα καὶ οὐ μονοειδῆ ἀλλὰ περιττήν. ὡς ἀνακύπτειν τὰς Σικελικὰς καὶ Συβαριτικὰς καὶ Ἰταλικὰς τραπέζας, ἤδη δὲ καὶ Χίας. μαρτυροῦνται γὰρ καὶ Χῖοι οὐκ ἔλαττον τῶν προειρημένων ἐπὶ ὀψαρτυτικῇ. Τιμοκλῆς· Χῖοι πολὺ ἄριστʼ ἀνευρήκασιν ὀψαρτυτικήν. κοιμῶνται δὲ μετὰ γυναικῶν παρʼ Ὁμήρῳ οὐ μόνον οἱ νέοι, ἀλλὰ καὶ οἱ γέροντες Φοῖνιξ τε καὶ Νέστωρ. μόνῳ Μενελάῳ οὐ συνέζευκται γυνὴ διὰ γυναῖκα γαμετὴν ἡρπασμένην τὴν στρατείαν πεποιημένῳ.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Eubulus
Homerus

Alexis
Pindarus
Timocles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License