DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
45

παρετίθετο δὲ τοῖς ἥρωσι δειπνοῦσι καὶ λάχανα. ὅτι δὲ οἴδασι τὰς λαχανείας δῆλον ἐκ τῶν παρὰ νείατον ὄρχον κοσμητῶν πρασιῶν ἀλλὰ μὴν καὶ τοῖς κακοχυμοτάτοις κρομύοις ἐχρῶντο· ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον. ἐπιμελουμένους δὲ αὐτοὺς εἰσάγει καὶ τῶν ἀκροδρύων· ὄγχνη γὰρ ἐπʼ ὄγχνῃ που γηράσκει, σῦκον δʼ ἐπὶ σύκῳ. διὸ καὶ τῶν δένδρων τὰ μὲν καρποφόρα καλὰ προσαγορεύει· ἔνθα δένδρεα καλὰ πεφύκει, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι. τὰ δʼ εἰς ξυλείαν εὔθετα μακρά, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων· ἔνθα δένδρεα μακρὰ πεφύκει, κλήθρη τʼ αἴγειρός τʼ ἐλάτη τʼ ἦν οὐρανομήκης. ἀρχαιοτέρα δʼ ἦν καὶ τῶν Τρωικῶν τούτων χρῆσις. Τάνταλος γοῦν οὐδὲ θανὼν ἀπαλλάττεται τῆς τούτων ἐπιθυμίας· εἴπερ κολάζων αὐτὸν θεὸς προσείων, καθάπερ οἱ τὰ ἄλογα τῶν ζῴων τοῖς θαλλοῖς ἄγοντες, τοὺς τοιούτους καρποὺς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως, ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθοι. καὶ Λαέρτην δʼ Ὀδυσσεὺς ἀναμιμνήσκει ὧν ἔδωκεν αὐτῷ παιδὶ ὄντι· ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ τὰ ἑξῆς.
Kaibel Index Scriptorum
HOMERVS

ARISTOTELES
EVBVLVS
PLATO
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Homerus

Aristoteles
Eubulus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License