DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
43

ὅτι τὸ πάσασθαι ἐπὶ τοῦ ἀπογεύσασθαι τίθεται. φησὶ γοῦν Φοῖνιξ πρὸς Ἀχιλλέα· οὐκ ἤθελον ἅμʼ ἄλλῳ ἐν μεγάροισι πάσασθαι. καὶ ἀλλαχοῦ· εὖθʼ οἳ σπλάγχνʼ ἐπάσαντο. τῶν γὰρ σπλάγχνων ἀπογεύονται μόνον ὡς ἂν ὀλίγων πολὺς ὅμιλος. καὶ Πρίαμος δὲ πρὸς Ἀχιλλέα φησί· νῦν δὴ καὶ σίτου πασάμην. οἰκεῖον γὰρ τοῦ τηνικάδε ἀτυχήσαντος ἀπογεύσασθαι μόνον· εἰς κόρον γὰρ ἐλθεῖν οὐκ εἴα τὸ πένθος. διὸ καὶ τὸ σύνολον οὐ γευσάμενος τροφῆς κεῖτʼ ἄσιτος, ἄπαστος ἐπὶ δὲ τῶν ἀποπληρουμένων οὐδέποτε λέγει τὸ πάσασθαι, ἀλλʼ ὁπόσα δηλοῖ κόρον· αὐτὰρ ἐπεὶ σίτου τάρφθεν καὶ ἐδητύος ἐξ ἔρον ἕντο οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι τιθέασι τὸ πάσασθαι. Καλλίμαχος· μύθου δὲ πασαίμην ἥδιον. Ἐρατοσθένης· ὀπταλέα κρέα ἐκ τέφρης ἐπάσαντο τά τʼ ἀγρώσσοντες ἕλοντο.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License