DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
42

ὅτι τὸ ἀναπίπτειν κυρίως ἐπὶ ψυχῆς ἐστιν, οἷον ἀθυμεῖν, ὀλιγοδρανεῖν. Θουκυδίδης αʹ· νικώμενοι ἐπʼ ἐλάχιστον ἀναπίπτουσι. Κρατῖνος δʼ ἐπὶ ἐρετῶν χρᾶται τῇ λέξει· ῥοθίαζε κἀνάπιπτε. καὶ Ξενοφῶν ἐν Οἰκονομικῷ· διὰ τί ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐρέται; ὅτι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν τάξει δὲ ἀναπίπτουσιν; ἀνακεῖσθαι δέ φαμεν ἐπὶ ἀνδριάντος· ὅθεν τοὺς ἐπὶ κατακειμένων χρωμένους τῇ λέξει διέσυρον. Δίφιλος· ἐγὼ δʼ ἕως μέν τινος ἀνεκείμην. πρὸς ὃν δυσχεραίνων ἑταῖρός φησιν· ἀνάκεισο. Φιλιππίδης· καὶ δειπνῶν ἀεὶ ἀνακείμενος παρʼ αὐτόν. καὶ ἐπάγει· πότερον ἀνδριάντας εἱστία; κατακεῖσθαι δὲ λέγεται καὶ κατακεκλίσθαι, ὡς ἐν Συμποσίοις Ξενοφῶν καὶ Πλάτων. Ἄλεξις· ὥς ἐστι κατακεῖσθαι πρὸ δείπνου συμφορά· οὔτε γὰρ ὕπνος δήπουθεν οὐδένʼ ἂν λάβοι οὔθʼ ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἄν· νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον. ἔστι δὲ εὑρεῖν καὶ ἐπὶ τῆς ἐννοίας ταύτης σπανίως τὸ ἀνακεῖσθαι. σάτυρος παρὰ Σοφοκλεῖ τοῦτό φησιν ἐπικαιόμενος τῷ Ἡρακλεῖ· ἀνακειμένῳ μέσον εἰς τὸν αὐχένʼ εἰσαλοίμην. Ἀριστοτέλης ἐν Τυρρηνῶν Νομίμοις· οἱ δὲ Τυρρηνοὶ δειπνοῦσι μετὰ τῶν γυναικῶν ἀνακείμενοι ὑπὸ τῷ αὐτῷ ἱματίῳ. Θεόπομπος· ἐπίνομεν μετὰ ταῦτα ...... κατακείμενοι μαλακώτατʼ ἐπὶ τρικλινίῳ, Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη. Φιλωνίδης· κατάκειμαι, ὡς ὁρᾶτε, δεκάπαλαι. Εὐριπίδης Κύκλωπι· ἀνέπεσε φάρυγος αἰθέρʼ ἐξανιεὶς βαρύν. Ἄλεξις· μετὰ ταῦτʼ ἀναπεσεῖν ἐκέλευον αὐτὴν παρʼ ἐμέ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License