DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
41

ὅτι τὸ Μουσεῖον Φιλιάσιος Τίμων σιλλογράφος τάλαρόν πού φησιν ἐπισκώπτων τοὺς ἐν αὐτῷ τρεφομένους φιλοσόφους, ὅτι ὥσπερ ἐν πανάγρῳ τινὶ σιτοῦνται καθάπερ οἱ πολυτιμότατοι ὄρνιθες· πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες Μουσέων ἐν ταλάρῳ. ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ τραπεζορήτορες, οἳ ὑπὸ γλωσσαλγίας ἐπιλελῆσθαί μοι δοκοῦσι καὶ τοῦ Πυθικοῦ χρησμοῦ, ὃν ἀναγράφει Χαμαιλέων· εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ. καὶ Μνησίθεος δʼ Ἀθηναῖος Διόνυσον ἰατρόν φησι τὴν Πυθίαν χρῆσαι τιμᾶν Ἀθηναίοις. φησὶ δὲ καὶ Ἀλκαῖος Μιτυληναῖος ποιητής· τέγγε πνεύμονα οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· δʼ ὥρη χαλεπή· πάντα δὲ δίψαισʼ ὑπὸ καύματος. καὶ ἀλλαχοῦ· πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται. Εὔπολίς τε τὸν Καλλίαν φησὶν ἀναγκάζεσθαι ὑπὸ Πρωταγόρου πίνειν, ἵνα· πρὸ τοῦ κυνὸς τὸν πνεύμονʼ ἔκλυτον φορῇ. ἡμῖν δʼ οὐ μόνον πνεύμων ἀπεξήρανται, κινδυνεύει δὲ καὶ καρδία. καίτοι Ἀντιφάνης λέγει· τὸ δὲ ζῆν, εἰπέ μοι, τί ἐστι; τὸ πίνειν φήμʼ ἐγώ. ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν βρέχεται, μέγεθος καὶ κάλλος οἷα γίνεται, τὰ δʼ ἀντιτείνοντʼ οἱονεὶ δίψαν τινὰ ξηρασίαν ἔχοντʼ αὐτόπρεμνʼ ἀπόλλυται. οὕτω τούτοις, φησί, κυνολογήσασιν ἐδόθη πιεῖν. εἴρηται δὲ τὸ βρέχειν καὶ ἐπὶ τοῦ πίνειν. Ἀντιφάνης· δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν. Εὔβουλος· Σίκων ἐγὼ βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος. Β. πέπωκας οὗτος; Α. ..... πέπωκʼ ἐγώ, μὰ Δία τὸν Μενδαῖον.
Kaibel Dialogi Personae
CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License